1 The Parthenon

1 Ὁ Παρθενών ἐστιν ἱερὸν τῆς Ἀθήνης.

2 Ἡ Ἀθήνη ἦν τῶν Ἀθηναίων θεός.

3 Τοῦ Διὸς θυγάτηρ ἦν.

4 Τοῖς Ἀθηναίοις πολλοὶ θεοὶ ἦσαν.

5 Τὸ ἱερὸν ἐστι μαρμάρινον.

6 Τὸ Πεντελικὸν πορίζει τοὺς λίθους.

7 Τὸ Πεντελικόν ἐστιν ὄρους τινὸς ὄνομα.

8 Οἱ λίθοι λεύκοί εἰσιν.

9 Αἱ λιθοτομίαι ἔτι πορίζουσι λίθους.

2 Actors

1 Πολλοὶ ἦσαν ποιηταὶ ἐν τοῖς Ἕλλησιν.

2 Οἱ Ἀθηναῖοι μάλιστα ἐτίμων τοὺς ποιητάς.

3 Οἱ μὲν κωμῳδίας, οἱ δὲ τραγῳδίας ἐποίουν.

4 Τούτων μὲν ὁ Σοφοκλῆς, ἐκείνων δὲ ὁ Ἀριστοφάνης ἦν εὔδοξος.

5 Πλούσιός τις ἀνὴρ ἐχορήγει.

6 Οἱ πολῖται ἀθρόοι ἐφοίτων ἐς τὸ θέατρον.

7 Πρῶτον μὲν δύο, ἔπειτα δὲ τρεῖς ἦσαν ὑποκριταί.

8 Οἱ ὑποκριταὶ πρόσωπα ἐφόρουν.

9 Τὰ πρόσωπα παντοῖα ἦν καὶ θαυμάσια.

3 Arms

1 Ὁ ὁπλίτης ὅπλα ἔφερε πολλὰ καὶ βαρέα.

2 Αἱ κνημῖδες φυλάσσουσι τὰς κνήμας.

3 Χαλξοῦς θώραξ σώζει τὸ στέρνον.

4 Ἡ κεφαλὴ φέρει κράνος χαλκοῦν.

5 Ἵππιοι λόφοι ἐπινεύουσιν ἐπὶ τῷ κράνει.

6 Ἡ ἀριστερὰ ἔχει τὴν λαμπρὰν ἀσπίδα.

7 Πάντες οἱ ὁπλῖται δόρατα φέρουσιν.

8 Ζωστήρ τις σκύτινος ἀνείχει τὸ ξίφος.

9 Τὸ ξίφος ὀξύ ἐστιν.

4 Torch-race

1 Οἱ Ἀθηναῖοι ἐθεράπευον πολλοὺς θεούς.

2 Προμηθεία πυρὸς θεὸν ἐνόμιζον.

3 Ἡ Ἄρτεμις σεμηνὴ ἦν αὐτοῖς.

4 Κατ’ ἐνιαυτὸν τὴν λαμπαδηδρομίαν ἦγον.

5 Πολλοὶ νεανίαι ἠγωνίζοντο.

6 Ἕκαστος λαμπάδα ἔφερεν.

7 Ὡρμῶντο μὲν ἐκ τοῦ Κεραμεικοῦ.

8 Ἔτρεχον δὲ ἐς τὴν ἀκρόπολιν.

9 Ὅστις πρῶτος ἀφίκετεο τὴν λαμπάδα ἔτι αἰθομένην ἔχων, ἐνίκα.

5 The Winds

1 Αἴολος βασιλεύς ἐστι τῶν ἀνέμων.

2 Βορέας ἐστὶ χαλεπώτατος πάντων τῶν ἀνέμων.

3 Τόδε μὲν τὸ πνεῦμα φέρεται ἀπὸ τῆς ἄρκτου.

4 Ὁ δὲ Νότος ὑγρὸς καὶ βαρύς ἐστιν.

5 Ἐκεῖνος γὰρ ὄμβρους ἐκ τῆς θαλάσσης φέρει.

6 Ὁ δὲ Ζέφυρος πραότερος καὶ εὐμενέστερός ἐστιν.

7 Οὗτος ὁ ἄνεμος αὐδιαιτέραν ποιεῖ τὴν θάλασσαν.

8 Ὁ δὲ Εὖρος μέλας καὶ δυσμενής ἐστιν.

9 Τοῦτο γὰρ τὸ πνεῦμα καίει πᾶσαν τὴν γῆν.

6 Prometheus Stealing Fire

1 Ὁ Προμηθεὺς υἱὸς ἦν Ἰαπετοῦ καὶ Κλυμένης.

2 Τέχνας πολλὰς καὶ θαυμασίας ἐξευρεῖν λέγεται.

3 Πολλά τε ἄλλα ἐποίησε, καὶ τὸ πῦρ ἔδωκεν ἀνθρώποις.

4 Ἐπὶ τοῦτο, ἀνέβη ἐς Ὄλυμπον, τὸν τῶν θεῶν οἶκον.

5 Ἐντεῦθεν πῦρ ἔκλεψεν.

6 Τοῦτο ἀπέκρυψεν ἐν νάρθηκι.

7 Οἱ δὲ θεοὶ τοῦτο μαθόντες χαλεπῶς ἔφερον.

8 Ἔδοξεν οὖν αὐτοῖς αὐτὸν τιμωρεῖσθαι.

9 Ὅθεν τοὺς ἀνθρώπους ὠφελήσας, αὐτὸς ἄδικα ἔπαθεν.

7 Hoplite

1 Οἱ δὲ Ἕλληνες κατά τε γῆν καὶ κατὰ θάλασσαν ἐμάχοντο.

2 Αἱ πόλεις ἀλλήλαις πολλάκις ἐπεστράτευον.

3 Οἱ Ἀθηναῖοι καὶ οἱ Λακεδαιμόνιοι κλεινότατοι ἦσαν τῶν Ἑλλήνων.

4 Ὁπλίτης πεζῇ ἐμάχετο.

5 Βαρέα ὅπλα ἔφερεν ἐν μάχῃ.

6 Ἦν αὐτῷ δόρυ καὶ μέγα ὅπλον.

7 Οἱ ψιλοὶ ξυνεστρατεύοντο τοῖς ὁπλίταις.

8 Οὗτοι δὲ ὀλίγα ὅπλα ἔφερον.

9 Οἱ Λακεδαιμόνιοι τέλος ἐνίκησαν τοὺς Ἀθηναίους.

8 Artemis

1 Ἡ Ἄρτεμις τοῦ Ἀπόλλωνος κασίγνητος ἦν.

2 Ὁ Σοφοκλῆς ὀνομάζει αὐτὴν τὴν κυναγόν.

3 Ἔφερε τόξον τε καὶ ὀϊστούς.

4 Ἔμπειρος ἦν τῆς τέχνης τοῦ τόξου.

5 Ἔκτεινε τοῖς βέλεσιν τοὺς θῆρας.

6 Ἐφίλει θηρεύειν τὰς ἐλάφους ἐν τοῖς ὄρεσιν.

7 Ταχίστη ἦν τοὺς πόδας καὶ ἰσχυροτάτη.

8 Οὐδεὶς οὔτε θεῶν οὔτε ἀνθρώπων ἔγημεν αὐτήν.

9 Τὸ ἱερὸν τὸ λαμπρότατον αὐτῆς ἐν Ἐφέσῳ ἕστηκεν.

10 Οἰνεύς ποτε, ὁ τῆς Αἰτωλίας βασιλεὺς, καθύβρισε τὴν Ἀρτέμιδα.

11 Ἡ δὲ θεὸς ἐζημίωσεν αὐτὸν ἀντὶ τῆς ὕβρεως.

12 Ἔπεμψε γὰρ κάπρον τινὰ ὡς τὴν γῆν διαφθεροῦντα.

13 Τότε δὴ ὁ Μελέαγρος, ὁ τοῦ βασιλέως, ξυλλέξας πολλοὺς φίλους, αὐτὸς ἀπέκτεινε τὸν θῆρα τῷ δόρατι.

14 Καὶ τὴν μὲν κεφαλὴν ἀποκόψας ἔδωκεν Ἀταλάντῃ.

15 Τὸ δὲ δέρμα καθιέρωσε τῇ Ἀθήνῃ.

16 Τοῦτο ἐποίησε διὰ τὸ τὴν θεὸν βεβοηθηκέναι, ἀεὶ γὰρ ἐφίλει τὸν Μελέαγρον.

17 Ὁ δὲ οὐ πολὺ ὕστερον ἀπέθανεν.

18 Οὕτω δὲ ἡ Ἄρτεμις τιμωρίαν ἔλαβεν.

9 Athletes

1 Ἡ Ἑλλὰς ἀξιολόγους ἄνδρας ἔτρεφεν.

2 Οἱ μὲν τέχναις, οἱ δὲ καὶ ἀγῶσιν ἦσαν ἀξιόχρεῳ.

3 Ἐγύμναζον τὸ σῶμα καὶ πολλοὺς ἀγῶνας ἦγον.

4 Ἐν δὲ τούτοις ὁ Ὀλυμπιακὸς εὐδοξότατος ἦν.

5 Πολλοὶ μὲν σφόδρα ἔπειροι ἦσαν τοῦ τὸν δίσκον βάλλειν.

6 Πολλοὶ δὲ δρόμῳ ἠγωνίζοντο.

7 Τὸ νικητήριον στέφανος ἦν κοτίνου.

8 Τοῦτο δὴ πᾶσιν ἐδόκει ἄριστον ἆθλον.

9 Πολλὰ ἐποίησεν ὁ Πίνδαρος περὶ ἄθλων.

10 Darius

1 Ὁ Δαρεῖος τῶν Περσῶν βασιλεὺς ἦν.

2 Σοφώτερος ἦν τῶν πρόσθεν ἀρχόντων.

3 Φόρον τοῖς ὑπηκόοις ἔτασσεν.

4 Οἱ μὲν Κιλίκιοι ἔφερον φόρον λευκῶν ἵππων.

5 Ἀπὸ δὲ τῶν Ἰνδῶν πλεῖστος προσῄει φόρος.

6 Τὸν στρατόν ποτε ἐπὶ τοὺς Ἕλληνας ἔπεμψεν.

7 Οἱ δὲ Ἀθηναῖοι ἐνίκησαν τοὺς Πέρσας Μαραθῶνι.

8 Οἱ μὲν Πέρσαι πλείους ἦσαν τῶν Ἀθηναίων.

9 Οἱ δὲ Ἀθηναῖοι ἀνδρειότεροι ἦσαν τῶν Περσων.

11 Chariot-races

1 Ἐν πᾶσι τοῖς ἀγῶσιν ἐγίγνοντο δρόμοι ἁρμάτων.

2 Ταχεῖς ἵπποι εἷλκον τὰ ἅρματα.

3 Τῶν δὲ ἅρμάτων τὰ μὲν δύο τὰ δὲ τέσσαρας ἵππους εἶχεν.

4 Οἱ νικήσαντες ἀεὶ κλεινότατοι ἐγίγνοντο.

5 Τό δὲ ἆθλον ἦν στέφανος μόνον κοτίνου.

6 Τὸ δὲ ἀθάνατον κλέος ἥδιστον ἆθλον ἐνομίζετο.

7 Οὐδὲν γὰρ ἦν μεῖζον κλέος ἐν τοῖς Ἕλλησιν.

8 Τὸν ἡνίοχον ἔδει φρονιμώτατον εἶναι.

9 Οἱ πίονες τῶν ἵππων οὔποτε ἐνίκων τὸν ἀγῶνα.

12 Chariot of the Sun

1 Ὁ μὲν Ἥλιος θεὸς ἦν ἐν τοῖς παλαιοῖς.

2 Ὁ δὲ Ἀπόλλων ἐπεστάτει τῇ τε μαντεία καὶ τῇ μουσικῇ.

3 Καὶ ἐν τοῖς Ὁμήρου ἕπεσιν, ἕτεροι νομίζονται οὗτοι οἱ θεοί.

4 Ὕστερον δὲ ὁ Ἀπόλλων καὶ τοῦ ἡλίου θεὸς ἐνομίζετο.

5 Ἐν ἅρματι ἐφέρετο διὰ τοῦ οὐρανοῦ.

6 Τέσσαρες δὲ ἵπποι ἐζεύχθησαν τῷ ἅρματι.

7 Φαέθων ποτέ, υἱὸς Ἡλιόυ, τὸ τοῦ πατρὸς ἅρμα ἤλαυνεν.

8 Ἀλλ’ οἱ ἵπποι, ἀπὸ τοῦ δρόμου ἀποδραμόντες, τὴν γῆν μόνον οὐ ξυνέκαυσαν.

9 Ὁ δὲ Ζεὺς ὀργισθεὶς ἀπέκτεινε Φαέθοντα κεραυνῷ.

13 Dirce and the Bull

1 Ὁ Λύκος βασιλεὺς ἦν ποτε τῶν Θηβῶν τῶν ἐν Βοιωτίᾳ.

2 Ἡ δὲ Ἀντιόπη πρότερον ἦν γυνὴ τοῦ Λύκου.

3 Ἔπειτα δὲ ἐκεῖνος, ἀποπέμψας τὴν Ἀντιόπην, Δίρκην ἔγημεν.

4 Ἀμφίων τε καὶ Ζῆθος υἱεῖς ἦσαν τῆς Ἀντιόπης.

5 Ἐτράφησαν μέχρι ἥβης ἐν Κιθαιρῶνι.

6 Μαθόντες δὲ ὅθεν πεφύκασιν, ἐβουλεύσαντο τῇ μητρὶ τιμωρεῖν.

7 Ἐπορεύθησαν οὖν ὡς τάχιστα ἐς τὰς Θήβας.

8 Προσβολὴν δὲ ποιησάμενοι κατέλαβον τὴν πόλιν.

9 Ἔδοξεν οὖν αὐτοῖς τὴν Δίρκην τιμωρεῖσθαι.

10 Ἐπὶ τοῦτο δὴ ταύρου βίᾳ ἐκρᾶτησαν.

11 Ὁ ταῦρος μέγας ἦν καὶ δεινός.

12 Τούτῳ τὴν Δίρκην προσῆψαν σπάρτῳ.

13 Αὐτὴν δὲ πολλὰ πάσχουσαν ὁ ταῦρος παρείλκυσεν.

14 Ἄλλους οὖν ἀδικήσασα αὐτὴ οὕτως ἀπώλετο.

15 Οἱ δὲ νεανίαι τὸ σῶμα ἐς κρήνην κατέβαλον.

16 Ὅθεν ἡ κρήνη Διρκαιά ἐπωνομάσθη.

14 Niobe

1 Ἀποκτείνας δὲ τὸν Λύκον, ὁ Ἀμφίων βασιλεὺς ἐγένετο τῶν Θηβῶν.

2 Ὁ Ἑρμῆς λύραν ἀπέδωκε τῷ Ἀμφίονι.

3 Ταύτην ἔχων θαυμάσιόν τι ποιῆσαι λέγεται.

4 Οἱ γὰρ τοῦ τείχους λίθοι αὐτοὶ, ἕκαστος ἐς τὸν καθήκοντα τόπον, ἐκινήθησαν.

5 Ἔγημεν ὁ Ἀμφίων Νιόβην τὴν τοῦ Ταντάλου θυγατέρα.

6 Πολλοὺς μὲν ἔσχον υἱεῖς καὶ θυγατέρας.

7 Ἐπὶ τούτοις λίαν ἐσεμνύνετο ἡ Νιόβη.

8 Τῇ δὲ Λητοῖ δύο μόνον ἦν τέκνα.

9 Ἡ Λητὼ μήτηρ ἦν τοῦ Ἀπόλλωνος καὶ τῆς Ἀρτέμιδος.

10 Οὗτοι δὲ θεοὶ ἦσαν ἀμφότεροι.

11 Ἡ δὲ Νιόβη ἔλεξε μεγαλαυχουμένη ὅτι τὰ ἑαυτῆς τέκνα καλλίω ἐστὶν ἢ τὰ ἐκείνης.

12 Ἡ Λητὼ οὖν ἀπέπεμψεν ἐς Θήβας τὸν Ἀπόλλωνα καὶ τὴν Ἀρτέμιδα.

13 Οἱ δὲ ἀφικόμενοι ἀπέκτειναν πάντα τὰ τῆς Νιόβης τέκνα.

14 Ὁ δὲ Ζεὺς τὴν Νιόβην ἐς πέτραν μετέβαλεν.

15 Πηγαὶ δὲ ἀεὶ ἐξ αὐτῆς ἀπορρέουσι τοῦ θέρους.

16 Ὁ δὲ Ἀμφίων αὐτὸς ὑφ’ αὑτοῦ ἀπέθανεν.

15 Garments

1 Οἱ δὲ Ῥωμαῖοι καὶ οἱ Ελληνες ἐφόρουν ἐσθῆτα καλήν.

2 Ἑτέρα ἦν ἡ τῶν τότε καὶ τῶν νῦν ἐσθής.

3 Οἱ ὑποκριταὶ πολλάκις εἶχον τὸν χιτῶνα.

4 Ὑπὲρ τούτου ἦν ἡ χλαμὺς ἢ τὸ ἱμάτιον.

5 Τούτων δὴ λαμπρὸν ἦν τὸ εἶδος.

6 Πολὺ δὲ διαφέρει ταῦτα τῇ μορφῇ.

7 Αἱ γυναῖκες ἐνεδύοντο ἐνίοτε τὸ σύρμα.

8 Οἵ τε στρατηγοὶ καὶ οἱ ἔφηβοι τὴν χλαμύδα ἐφόρουν.

9 Τί δῆτα χαριέστερόν ἐστι τῆς τῶν τότε Ἑλλήνων ἐσθῆτος;

16 Delphi

1 Νεώς τις τοῦ Ἀπόλλωνος ἐτέθη ἐν Δελφοῖς.

2 Ἐκεῖ ἦν μαντεῖον τὸ εὐκλεέστατον πάντων.

3 Δυνατοὶ βασιλεῖς ἔπεμπον πιστοὺς ἀγγέλους ἐπὶ τὸ μαντεῖον.

4 Οὗτοί τε οἱ ἄγγελοι ἑκάστοτε προσέφερον τῷ θεῷ μεγάλα καὶ πολυτελῆ δῶρα.

5 Τὸ ἱερὸν οὖν ἐγένετο πλουσιώτατον.

6 Ὁ χρυσὸς ἐσώζετο ἐν θησαυροῖς, οἳ ἦσαν τρεῖς καὶ δέκα.

7 Ἡ ἱέρεια ἐκάθιζε ἐπὶ τρίποδα χαλκοῦν.

8 Πνεῦμά τι θερμὸν διὰ χάσμα τῆς γῆς ἀναφερόμενον ἐπῆρε τὴν ἱέρειαν.

9 Ὅδε ὁ τρίπους ἐν Βυζαντίῳ ἔτι ἕστηκεν.

17 Theatre of Dionysus

1 Ἐν Ἀθήναις ἵσταται τὸ μέγα θέατρον τὸ τοῦ Διονύσου.

2 Τὸ κοῖλον ἐτμήθη ἐκ τοῦ τῆς Ἀκροπόλεως πέτρου.

3 Αἱ κερκίδες ἐσχίσθησαν πλατείαις κλίμαξι.

4 Αἱ ἕδραι λίθιναί εἰσιν.

5 Οἱ δὲ ἱερεῖς καὶ οἱ στρατηγοὶ ἐκάθιζον ἐπὶ μαρμαρίνους θρόνους.

6 Οἵδε οἱ θρόνοι πρὸ τῶν ἄλλων ἐτέθησαν.

7 Ὁ Εὐριπίδης ἐκεῖ ἐδίδασκε τὰς ἐνδόξους τραγῳδίας.

8 Οἱ ὑποκριταὶ ἔφερον πρόσωπα.

9 Ὁ τοῦ θεοῦ βωμὸς ἔστη ἐν μέσῃ τῇ ὀρχήστρᾳ.

18 Musical Instruments

1 Οἱ παλαιοὶ ἔμπειροι ἦσαν τῆς μουσικῆς.

2 Τῇ φόρμιγγι ἐχρῶντο καὶ τῇ λύρᾳ καὶ τῇ κιθάρᾳ.

3 Ὁ μὲν Ἑρμῆς, ὡς λέγουσιν, ἐξεῦρε τὴν κιθάραν, ὁ δὲ Ἀπόλλων τὴν λύραν.

4 Τοῖς χοροῖς παρῆν αὐλητής, αὐλὸν ἔχων.

5 Οἱ δὲ αὐλοὶ οἱ μὲν ἦσαν ξύλινοι, οἱ δὲ καὶ ὀστέϊνοι.

6 Ἠ μὲν λύρα χορδὰς ἔχει, ὁ δὲ αὐλὸς οὔκ.

7 Φυσᾶται οὖν ὁ αὐλός, ψάλλεται δὲ ἡ λύρα.

8 Ὁ ἄρχων ὁ χορὸν διδοὺς αὐλητὴν ἀπενεμε τῷ χορηγῷ.

9 Ὁ χορηγὸς μισθὸν ἐδίδου τῷ αὐλητῇ.

19 Ships

1 Αἱ νῆες πολλοὺς ἔφερον ἐρέτας τε καὶ ναυβάτας.

2 Οἱ ἐρέται ἕκαστος ἤλασαν τὴν ναῦν κώπαις.

3 Ἡ τῆς νεὼς πρῷρα ὑψηλὴ ἦν.

4 Πρότονοι ἐστήριξαν τὸν ἱστόν.

5 Οἱ ναῦται ἦραν τὸν ἱστόν.

6 Τὸ πνεῦμα ἐνέπλησε τὰ ἱστία.

7 Οἱ Κορίνθιοι πρῶτοι τριήρεις ἐναυπήγησαν.

8 Τῶν Ἑλλήνων οἱ μὲν ἱστίοις οἱ δὲ κώπαις ἐχρῶντο.

9 Ὁ ἔμβολος ἔρρηξε τὰς τῶν πολεμίων ναῦς.

20 Paris

1 Ὁ Πάρις ἦν τοῦ Πριάμου τοῦ τῆς Τροίας βασιλέως υἱός.

2 Ἐλθών ποτε ἐπὶ Λακεδαίμονα εἶδεν ἐκεῖ τὴν Ἑλένην τὴν τοῦ βασιλέως Μενέλεω γυναῖκα.

3 Τοῦ δὲ Μενέλεω ἀπελθόντος ἐς Κρήτην ὁ Πάρις ἀπεκόμισε τὴν Ἑλένην.

4 Τούτων δὲ γενομένων οἱ Ἔλληνες μάλιστα ἠγανάκτησαν.

5 Καὶ ξυλλέξαντες μεγάλην τινὰ στρατιὰν ἐπῆλθον τοῖς Τρῶσιν.

6 Πρῶτον μὲν οὐκ ἐδύναντο τὴν πόλιν καταλαβεῖν.

7 Αὐτὴν δὲ δέκα ἔτη πολιορκήσαντες τέλος κατέλαβον.

8 Καὶ Πάρις ὀϊστῷ τραυματισθεὶς ἀπέθανεν.




This work is licensed under a Creative Commons Attribution-ShareAlike 4.0 International License.

The source is available at https://github.com/FergusJPWalsh/Beresford.