1 Orpheus

1 Ὀρφεὺς πολὺ ἐτιμήθη ἐν τοῖς πάλαι· λύραν χρυσῆν εἶχε δῶρον Ἀπόλλωνος· αἱ δὲ Μοῦσαι αὐτὸν ἐδίδαξαν τὴν λύραν ψάλλειν, καὶ οὐ διὰ μακροῦ ἐμπειρότατος ἐγένετο τῆς τέχνης, καὶ ἐς τοσοῦτον ἧκεν ἐπιστήμης ὥστε θέλγειν οὐ μόνον τὰ ζῷα ἀλλὰ καὶ τὰ δένδρα τῇ μουσικῇ. Οἱ δὲ θῆρες, ὡς λέγουσιν, ἀκούσαντες τὸ μέλος τῷ Ὀρφεῖ ἠκολούθουν. 2 Ἐκεῖνος δὲ ξυνέσπετο τῴ Ἰάσονι καὶ τοῖς Ἀργοναύταις, ἐπεὶ δὲ ἐκεῖνοι εὐτυχήσαντες ἐφ’ ἃ ἐστρατεύοντο καὶ φέροντες τὸν χρυσοῦν πόκον κατῆλθον, Ὀρφεὺς ἐν τῇ Θρᾴκῃ κατῴκησεν. ἔγημεν ἐκεῖ νύμφην τινὰ ὀνόματι Εὐρυδίκην· ἀλλ’ ἡ μὲν γυνὴ ὑπ’ ὄφεως δηχθεῖσα ἀπέθανεν, τῷ δὲ Ὀρφεῖ ἔδοξε βαρέως τοῦτο φέροντι ἐς ᾍδου μετ’ αὐτὴν κατιέναι. πολλὰ δὲ καὶ ἡδεά φωνήσας μόλις ἔπεισε Πλούτωνα τὸν τῶν κάτω βασιλέα τὴν Εὐρυδίκην ἀπολύειν. ὁ δὲ τοῦτο ὑπέσχετο ποιήσειν ἐφ’ ᾧτε τὸν Ὀρφέα μὴ περιστρέφεσθαι πρὸς τὴν γυναῖκα πρὶν ἐς τὴν γῆν ἐξ ᾍδου ἀνέλθῃ. ὁ δὲ Ὀρφεὺς ἤδη ἐν τῇ ὁδῷ περιεστρέψατο, ἡ δὲ γυνὴ αὐτίκα ἠφανίσθη.

2 Leonidas

1 Λεωνίδας, ὁ τῶν Λακεδαιμονίων βασιλεύς, ἀνδρειότατος ἦν πάντων τῶν τότε ἀνθρώπων. Ἀπέθανε γὰρ μαχόμενος πρὸς τοὺς Πέρσας ἐν ταῖς Θερμοπύλαις, αὐτὸς μὲν ἔχων τριακοσιόυς μόνον ὁπλίτας, τῶν δὲ πολεμίων οὐκ ἐλάσσους ἢ ἑκατὸν μυριάδας ἐχόντων. Ἀλλ’ ὅμως οὐκ ἐφοβήθη, παρεκέλευσε δὲ τοὺς στρατιώτας μὴ ἀθυμεῖν ἀλλ’ ἀνδρείως μάχεσθαι ὡς ὑπὲρ πατρίδος καὶ γυναικῶν καὶ τέκνων. Τούτῳ δὲ τῷ Λεωνίδᾳ στρατιᾶς ποτὲ τινὸς Λακεδαιμονίων ἡγουμένῳ ἔφη τις, «Ἰδού, ὦ στρατηγέ, οἱ πολέμιοι πλησίον ἡμῶν εἰσίν.» Ἐκεῖνος δὲ οὐδὲν ταραχθείς, «Μᾶλλον δὲ ἡσθείς,» ἀντεῖπεν, «καὶ ἡμεῖς τῶν πολεμίων.»

3 Cleobis and Biton

1 Σόλων, ὁ τῶν Ἀθηναίων νομοθέτης, ἐνόμιζέ Κλέοβιν καὶ Βίτωνα ὀλβιωτάτους εἶναι πάντων ἀνθρώπων· οὐ μόνον γὰρ ζῶντας, ἀλλὰ καὶ ἀποθνήσκοντας πάνυ ὀλβίους γεγονέναι. Περὶ δὲ τούτων τῶν νεανιῶν τοιάδε ἐλέγετο. Ἡ μήτηρ αὐτῶν ἱέρεια ἦν τοῦ τῆς Ἥρας ἱεροῦ τοῦ ἐν Ἄργει· καὶ ἐν τῇ ἑορτῇ τῆς Ἥρας ἔδει αὐτὴν ἐλαύνεσθαι ἐς τὸ ἱερὸν ἐν τῇ ἱερᾷ ἁμάξῃ. Ξυνέβη δέ ποτε τοὺς βοῦς μὴ ἐς καιρὸν ἐκ τοῦ ἀγροῦ παραγενέσθαι. Τότε δὴ οἱ νεανίαι, φοβούμενοι μὴ ἡ μήτηρ ἀδύνατος ᾖ μετέχειν τῆς ἑορτῆς, ὑποδυσάμενοι τὸ ζυγὸν εἵλκυσαν τὴν ἅμαξαν πέντε καὶ τεσσαράκοντα σταδίους πρὸς τὸ τῆς θεοῦ ἱερόν. 2 Ἡ δὲ μήτηρ, περιχαρὴς οὖσα τῷ ἔργῳ, ηὔξατο τὴν Ἥραν δοῦναι τοῖς τέκνοις, τοῖς οὕτως αὐτὴν τιμήσασι, τοιοῦτο δωρον οἷον ἄριστον τοῖς ἀνθρώποις εἶναι δοκεῖ. Μετὰ δὲ ταύτην τὴν εὐχήν, πάντες ἔθυσαν καὶ ἐδείπνησαν κατὰ νόμον. Ὕστερον δὲ οἱ νεανίαι ἐν αὐτῷ τῷ ἱερῷ κατεκοιμήθησαν· ἀλλ’ οὔποτε ἀνέστησαν, ὑπνοῦντες γὰρ ἐτελεύτησαν· τοῦτο οὖν τὸ δῶρον, τὸ ἡσύχως θανεῖν, ἔδωκεν ἡ θεός, ὡς ὃν πάντων ἄριστον. Ταῦτα οὖν ἔλεξεν ὁ Σόλων τῷ Κροίσῳ ἐρωτῶντι τίς πάντων ἀνθρώπων ὀλβιώτατος εἶναι δοκεῖ. Ὁ γὰρ Κροῖσος, πλουσιώτατος ὤν, ἤλπιζεν αὐτὸς ὀνομασθήσεσθαι.

4 Ajax Defends the Greek Ships

1 Ὁ δὲ Ἕκτωρ καὶ οἱ ἄριστοι τῶν Τρώων ἐβούλοντο νικήσαντες τοὺς Δαναοὺς καταλύεσθαι τὸν πόλεμον. Ἐξελθόντες οὖν ἐκ τῆς πόλεως ἐπορεύοντο ἐπὶ τῆς θαλάσσης, ἐν νῷ ἔχοντες προσβολὴν ποιεῖσθαι πρὸς τοὺς Δαναοὺς εἴ πως καταλάβοιεν τὰς ναῦς. 2 Μάχη δὲ καρτερὰ ἐγένετο, καὶ πολλοὶ τῶν τε Τρώων καὶ τῶν Δαναῶν ἀπέθανον. Ὁ μὲν οὖν Ἀγαμέμνων ἐβουλεύσατο καθελκύσας τὰς ναῦς ἀνάγεσθαι, οἱ δὲ ἄλλοι ἡγεμόνες οὐκ ἤθελον. Τότε δὴ ὁ Αἴας ξυγκαλέσας τοὺς ἀρίστους τῶν Ἑλλήνων ἀντεῖχε τοῖς πολεμίοις. 3 Βαλὼν δὲ τὸν Αἴαντα τῷ δόρατι ὁ Ἕκτωρ ἔπληξε μὲν αὐτόν, ἐτραυμάτισε δ’ οὔκ· ὁ γὰρ ζωστὴρ ἤμυνε τὸ βέλος. Λαβὼν οὖν μέγαν λίθον ὁ Αἴας ἔβαλε τὸν Ἕκτορα, πρὸς τοὺς ἑταίρους κατιόντα, ἐπὶ τοῦ αὐχένος, καὶ ὁ μὲν πεπληγμένος κατέπεσεν, οἱ Δαναοὶ σπεύδοντες αὐτὸν καταλαβεῖν οὐκ ἐδυνήθησαν· οἱ γὰρ συμμαχοι προίσταντο φυλάσσοντες αὐτὸν ταὶς ἀσπίσιν, ἔπειτα δὲ ἐξήνεγκαν ἐκ τῆς μάχης. 4 Ἀπόλλων δὲ ὁ θεὸς μαθὼν τὰ γενόμενα ἰάσατο τὸ τραῦμα, καὶ οὐ διὰ μακροῦ ὁ Ἕκτωρ αὖθις κατῆλθεν ἐς τὴν μάχην. Οἱ δὲ πολέμιοι ἰδόντες ἐθαύμαζον· ἐνόμιζον γὰρ αὐτὸν ἤδη τεθνηκέναι. Μετὰ ταῦτα ἀμφότεροι αὖθις ξυνεμίγησαν, καὶ πολλὰ ἔδρασάν τε καὶ ἔπαθον, πολλοὶ δὲ ἀπώλοντο. Ὁ δὲ Ἕκτωρ ἁψάμενος τῆς τοῦ Πρωτεσιλάου νεὼς ἐπιβαίνειν ἐπειράσατο, οἱ δὲ Δαναοὶ ἀνδρείως ἀντέστησαν. Νυκτὸς δ’ ἐπιγενομένης, ἐπεὶ ὁ ἀγὼν ἔτι ἰσόρροπος ἦν, οἱ Τρῶες ἐς τὴν πόλιν ἀνεχώρησαν.

5 Alcestis

1 Ὁ δὲ Ἄδμητος βασιλεὺς ἦν τῶν Φεραίων. Ὠφελήσας δέ ποτε τὸν Ἀπόλλωνα ἀπ’ αὐτοῦ ἀντέτυχε θανάτου ἀπαλλαγὴν εἴ τινα ἐξευρεῖν δύναιτο ἐθέλοντα ὑπερθανεῖν· ἀλλ’ ἡ Ἄλκηστις ἡ γυνὴ αὐτοῦ μόνη ἤθελε τοῦτο παθεῖν. 2 Ἀφικόμενος οὖν ἐκεῖσε ὁ Ἡρακλῆς ἐπέτυχε τῷ Ἀδμήτῳ δεινὰ πάσχοντι· μαθὼν δὲ τὰ γενόμενα βουλεύεται λανθάνειν αὐτὸν σώζων τὴν γυναῖκα. 3 Καταβὰς δ’ οὖν ἐς ᾍδου καὶ πρὸς Θάνατον ἁμιλλησάμενος αὖθις ἀνάγει τὴν Ἄλκηστιν ἐπὶ τὴν γῆν. Ἀλλ’ οὐ πρῶτον ἐκφαῖνει ἥτις ἐστίν, ἀγαγὼν δὲ αὐτὴν πρὸς τὸν βασιλέα ἀμφικεκαλυμμένην ἐρωτᾷ τὸν Ἄδμητον θεραπεύειν γυναῖκά μτινα αἱχμαλώτιδα. Ἐκεῖνος δὲ πρῶτον μὲν οὐκ ἐθέλει, τέλος δὲ ἀναπείθεται· ἠ δὲ Ἄλκηστις τότε προελθοῦσα φανερά ἐστιν οὖσα Ἀδμήτου γυνή.

6 The Olympic Games

1 Ἐν Ἤλιδί ἐστι πόλις τις Ὀλυμπία, ἐν ᾗ διὰ πέμπτου ἔτους ἀγῶνες ἐγίγνοντο. Καὶ τούσδε τοὺς ἀγῶνας, ὥς φασιν, ὁ Ἡρακλῆς ἔθηκεν, τοὺς ἑαυτοῦ ἀδελφοὺς ἐν ἁμίλλῃ δρόμου νικήσας. Ἀφικόμενος γάρ ποτε ἐξ Ἴδης τῆς Κρητικῆς μετ’ αὐτῶν ἔφη αὐτὸς τὸν νικήσαντα κλάδῳ κοτίνου στεφανώσειν· καὶ οὐδὲν ἄλλο ἆθλον ἔκειτο ἐν τοῖς ἀγῶσιν, ἀλλὰ στέφανος μόνον κοτίνου. Κομισθῆναι δὲ ἐκ τῆς τῶν Ὑπερβορέων γῆς τὸν κότινόν φασιν ὑπὸ τοῦ Ἡρακλέους ἐς τὴν Ἑλλάδα· οἱ δὲ Ὑπερβόρεοι οἰκοῦσιν ὑπὲρ τὸν ἄνεμον τὸν Βορεάν. 2 Τούτων οὖν τῶν ἀγώνων πρῶτος ἦν ὁ δρόμος. Τούτῳ δὲ ὕστερον προσέκειντο ἥ τε πυγμὴ καὶ ἡ πάλη καὶ τὸ πήδημα. Πάντες δὲ οἱ ἀγῶνες ἐν τῷ σταδίῳ ἐγίγνοντο καὶ πολλαὶ μυριάδες ἀνδρῶν ξυνελέγοντο πρὸς τὸ θέαμα. Ἔπειτα δὲ ἔθηκέ τις δρόμον ἁρμάτων καὶ ὁ ἐν τούτῳ τῷ ἄθλῳ νικήσας ἐν πολλῇ τιμῇ εἴχετο. Λέγεται δὲ Ἀλκιβιάδης πρᾶξαι πρᾶγμά τι τοιοῦτον οἷον οὐδεὶς ἄλλος, ἀλλ’ ἐκεῖνος μόνος. Πλουσιώτατος γὰρ ὢν καὶ πολλοὺς καὶ καλοὺς ἵππους ἔχων ἔπεμψεν οὐκ ἐλάσσω ἑπτὰ ἁρμάτων πρὸς τὰ Ὀλύμπια καὶ τό τε πρῶτον καὶ τὸ δεύτερον καὶ τὸ τέταρτον ἆθλον ἐφέρετο. 3 Ὅστις δὲ ἔμελλεν ἐν τῷ δρόμῳ ἢ τῷ πηδήματι ἢ τῇ πάλῃ ἀγωνιοῦσθαι, ἔδει ἐκεῖνον, δέκα μῆνας ἐν Ὀλυμπίᾳ ζῶντα, μανθάνειν καὶ ἀσκεῖν τοὺς ἄθλους καὶ ἰσχυρὸν τὸ σῶμα ποιεῖν. Ἐπὶ τοῦτο οὖν μέγα γυμνάσιον καὶ παλαίστραν ἔθηκαν, ἅ τις ἂν δύναιτο ἔτι ἰδεῖν ἐν Ὀλυμπίᾳ οὐ πολὺ ἀπέχοντα τοῦ σταδιόυ. Καὶ ἐν τῷ Διὸς ἱερῷ τῷ ἐν ἄλσει πλατάνων ᾠκοδομημένῳ οἱ νικήσαντες εἰκόνας ἀνέθηκαν τῷ θεῷ. Τό τε τοῦ Διὸς ἄγαλμα ὅ Φειδίας ἐποιήσε χρυσοῦν καὶ ἐλεφάντινον ἦν, καὶ πεντήκοντα ποδῶν τὸ ὕψος. Τουτο δὲ τὸ ἄγαλμα ὕστερον ἐς Βυζάντιον ἐκομίσθη.

7 Hector and Andromache

1 Μακρὸν δὴ χρόνον οἱ Δαναοὶ ἐπολιόρκουν τὴν τῶν Τρώων πόλιν· τούτου δὲ τοῦ πολέμου Πάρις ἀφελὼν Ἑλένην τὴν τοῦ Μενέλεω γυναῖκα αἴτιος ἦν, Ἕκτωρ δὲ ἀδελφὸς ἦν τοῦ Πάριδος. Ἀναχωρήσας δέ ποτε ἐκ τῆς μάχης προσῆλθε πρὸς τὸν ἀδελφόν· ἐβούλετο γὰρ πείθειν αὐτὸν μάχεσθαι ἐπὶ τοὺς πολεμίους. Ὁ δὲ τοὺς λόγους ἀκούσας ἀντεῖπεν· «Εὖ λέγεις,» ἔφη, «ὦ ἀδελφέ, καὶ ἀκολουθήσω σοι, οὐδὲ ὀργὴν ἐν καρδίᾳ ἔχων ἐνταῦθα οὕτω διαμενῶ, οὐ μετέχων τῆς μάχης.» 2 Τότε δὴ ὁ Ἕκτωρ οἴκαδε ἀπῆλθεν, ζητῶν Ἀνδρομάχην τὴν γυναῖκα· καὶ αὐτὴν ἐπὶ τοῖς τῆς πόλεως τείχεσι κατέλαβε καὶ τὴν τροφὸν τὸν παῖδα ἔχουσαν· κατιδοῦσα δὲ τὸν ἄνδρα ἀπῄτησεν μὴ αὖθις ἐπὶ τοὺς πολεμίους ἐξιέναι· ἐφοβεῖτο γὰρ μὴ ἀποθάνοι. Ὁ δὲ Ἕκτωρ δεινὸν νομίζων εἰ, σωτηρίαν ζητῶν ἐν τῇ πόλει, ἀποστήσεται ἀπὸ τοῦ πολέμου, οὐκ ἐθέλει. 3 Λαβὼν δὲ τὸν παῖδα καὶ φιλήσας ἐπηύχετο τοῖς θεοῖς παρέχειν τὸ τέκνον εὐκλεέστερον τοῦ πατρός· ἀποδοὺς δὲ τῇ μητρὶ καὶ χαίρειν κελεύσας αὐτὸς μὲν ἀπῆλθεν, ἡ δὲ Ἀνδρομάχη ἔκλαυσεν.

8 Socrates

1 Ἦν ποτε ἐν τοῖς Ἀθηναίοις ἀνὴρ ὀνόματι Σωκράτης, εὐπρεπὴς μὲν οὐκ ὦν, δεινὸς δὲ λέγειν, ὥς γε οἱ ξυμπολῖται ἔλεγον· πολλοὺς μὲν οὖν εἶχε φίλους, πολλοὺς δὲ καὶ ἐχθρούς. 2 Τῷ δὲ Χαιρεφῶντι ἐρωτῶντι ὅστις ἐστὶ σοφώτατος ἀνθρώπων ἀντεῖπεν ὁ θεὸς ὁ ἐν Δελφοῖς ὅτι οὐδεὶς σοφώτερός ἐστι τοῦ Σωκράτους· οὗτος οὖν ταῦτα ἀκούσας ἐν νῷ εἶχε πᾶσι διαλέγεσθαι ὡς ἐλέγξων τὸ μαντεῖον καὶ ἀποφανῶν ὅτι ἄλλοι σοφώτεροί εἰσιν· πολλάκις δὲ ἄλλως πειρασάμενος πρὸς αὑτὸν οὕτως ἐλογίζετο, ὅτι διὰ τόδε σοφώτερος ἄλλων ἐστίν, ἐκεῖνοι γὰρ οἴονταί τι εἰδέναι οὐκ εἰδότες, αὐτὸς δὲ οὐκ οἶδεν οὐδ’ οἴεται. 3 Ἀλλ’ ἐκ ταύτης τῆς ἐξετάσεως πολλαί τε ἀπέχθειαι καὶ διαβολαὶ τῷ Σωκράτει ἐγένοντο. Πρῶτον μὲν γάρ Ἀριστοφάνης ὁ ποιητὴς αὐτοῦ κατεγέλα ἐν ταῖς κωμῳδίαις, ἔπειτα δέ τινες ἐγράψαντο αὐτόν, Μέλητός τε καὶ Ἄνυτος καὶ Λύκων, ὁ μὲν Μέλητος ἀχθόμενος ὑπὲρ τῶν ποιητῶν, οὕσπερ ὁ Σωκράτης ἀπέφηνε πάντα ἀγνοοῦντας, ὁ δὲ Ἄνυτος ὑπὲρ τῶν δημιουργῶν καὶ τῶν πολιτικῶν, ὁ δὲ Λύκων ὑπὲρ τῶν ῥητόρων. 4 Ἡ δὲ ἀντωμοσία ὧδε εἶχεν· Σωκράτης ἀδικεῖ τούς τε νέους διαφθείρων καὶ θεοὺς οὓς ἡ πόλις νομίζει οὐ νομίζων, ἕτερα δὲ δαιμόνια καινά. Ἀλλ’ ὁ Σωκράτης ἀπολογούμενος καίπερ ξυνετῶς τε καὶ καλῶς λέγων οὐκ ἔπεισε τοὺς δικαστάς, ὀφλῶν δὲ κατεκρίθη.

9 Prometheus

1 Ἐν τοῖς παλαιοῖς πολλὰ εἴρηται περὶ Προμηθέως, ἐν οἷς Αἰσχύλος ὁ ποιητὴς τοίαδε ἔλεξεν· Ζεὺς γάρ ποτε υἱὸς ὢν Κρόνου τῷ πατρὶ ἐπανέστη, νικήσας δὲ αὐτὸν ἐκ τοῦ οὐρανοῦ ἐξέβαλεν, ἀλλ’ οὐδὲ τότε ἐδύνατο ἡσυχίαν ἄγειν· οἱ γὰρ Τιτᾶνες δέκα ἔτη ἐς χεῖρας ἦλθον αὐτῷ. 2 Τέλος δὲ ἐπικρατήσας πάντων τῶν πολεμίων βασιλεὺς ἐγένετο τῶν Ὀλυμπίων θεῶν. Προμηθεὺς δὲ Τιτὰν μὲν ὤν, προειδὼς δὲ τὴν μάχην ἀμήχανον ἐσομένην, παρῄνεσε τοὺς Τιτᾶνας ὑπείκειν, οἱ δὲ οὐ πειθόμενοι καὶ ἐξ οὐρανοῦ ἐξέπεσον. 3 Καὶ ὁ μὲν Ζεὺς τὸ κράτος ἔχων κακῶς ἐποιέι τοὺς ἀνθρώπους, ὁ δὲ Προμηθεὺς αὐτῷ ἀντηγωνίζετο. Διὰ δὲ ταῦτα ἔδοξε τῷ Διὶ ὀργισθέντι τιμωρεῖσθαι αὐτόν, ἐκέλευσε δὲ τοὺς ἀγγέλους λαβόντας τὸν Προμηθέα ἐς ὄρος τι ὑψηλόν τε καὶ ἔρημον ἀπάγειν. Οἱ δὲ πέτρᾳ τινὶ ἐν τῷ Καυκάσῳ προσηλώσαντες αὐτὸν διάγειν ἠνάγκασαν πολλῇ ἐν ταλαιπωρίᾳ. 4 Ὁ γὰρ Ζεὺς ἀετὸν ἔπεμψεν, ὅσπερ ἐλθὼν καθ’ ἑκάστην ἡμέραν ἐσπάρασσεν αὐτοῦ τὸ ἧπαρ, τὸ δὲ σπαρασσόμενον νυκτὸς ηὐξάνετο· ὁ δὲ Προμηθεὺς εὖ εἰδὼς ἄδικα πάσχων, καὶ ἐλπίζων ὠφελήσειν ποτὲ τοὺς ἀνθρώπους, πάντα ἐτόλμησεν οὐκ ἐθέλων τῷ θεῷ ὑπακούειν.

10 Death of Hector

1 Ἀχιλλεὺς μὲν ἄριστος ἦν τῶν Δαναῶν, τῶν δὲ Τρώων Ἕκτωρ. ἐκεῖνος μέντοι δι’ ὀργῆς ἔχων τὸν Ἀγαμέμνονα μακρὸν χρόνον ἀφίστατο ἀπὸ τοῦ πολέμου· τέλος δὲ ὑπὸ τῶν φίλων ἀναπεισθεὶς αὖθις μετέσχε τῆς τοῦ ἄστεως πολιορκίας. 2 Ἡμέρᾳ δέ τινι οἱ ἥρωες ἀμφοτέρωθεν ἐς χεῖρας ἦλθον ἔξω τῶν τειχῶν πολλοὺς μὲν ἀπέκτεινεν ὁ Ἀχιλλεύς, πολλοὺς δὲ ὁ Ἕκτωρ· παρῄνεσε δὲ τότε Ἀπόλλων, εὐμενὴς ὢν τοῖς Τρῶσι, ἀποχωρεῖν ἐς τὴν πόλιν, ὁ δὲ Ἕκτωρ μόνος αὐτῶν διέμεινεν ἐν τῷ πεδίῳ. 3 Τοῦτο δὲ ἰδὼν Πρίαμος, ὁ πατὴρ αὑτοῦ, καὶ ἡ μήτηρ Ἑκάβη πολλοῖς δάκρυσιν ἀπῄτησαν τὸν υἱὸν μηκέτι ἐσελθεῖν διαμέλλειν, ὁ δὲ ἀπεκρίνατο, ὑμῖν γε βουλοίμην ἂν πείθεσθαι, ἀλλὰ σφόδρα ἐπιθυμῶ τῷ Ἀχιλλεῖ μονομαχεῖν εἴ πως αὐτοῦ κρατήσω· καὶ ἀποφυγὼν ἐντὸς τῶν πυλῶν φοβοῦμαι τοὺς Τρῶας ὅ τι λέξουσιν. 4 Ἐν δὲ τούτῳ ὁ Ἀχιλλεὺς προσήρχετο, ξυνεβοήθει δὲ αὐτῷ Ἀθήνη ἡ θεός. καὶ πρῶτον μὲν ὁ Ἕκτωρ φοβούμενος ἀπέφευγε καὶ ἐκεῖνος ἐδίωκεν, ἔπειτα δὲ θεός τις θάρσυνεν, καὶ περιστραφεὶς παρεσκευάζετο ἐς μάχην· καὶ ὁ ἐχθρὸς προσέβαλεν πρὸς αὐτὸν τῷ δόρατι, ὁ δὲ ὑποκύψας περιεγένετο. ἡ δὲ Ἀθήνη ἀποδοῦσα τὸ δόρυ τῷ Ἀχιλλεῖ τὸν Ἕκτορα ἔλαθεν. καὶ οὗτος λοιδορῶν τὸν ἐχθρὸν αὐτὸς ἧκε τὸ δόρυ οὐδ’ ἥμαρτεν, ἡ δὲ ἀσπὶς ἡ τοῦ Ἀχιλλέως οὐχ ὑπ’ ἀνθρώπων πεποιημένη ἀπεκώλνοε μὴ αὐτὸν τραυματισθῆναι. τότε δὴ ἠπόρει ὁ Ἕκτωρ καὶ ᾔσθετο ἀπολούμενος. τὸ ξίφος μέντοι σπάσας ἐπετίθετο τῷ Ἀχιλλεῖ, ἀλλὰ τῇ λόγχῃ πεπληγμένος ἀπέθανεν. 5 Ἡ δὲ Ἀνδρομάχη τὴν φήμην ἀκούει, ἐπιβᾶσα δὲ ἐπὶ τὸ τεῖχος καὶ ἰδοῦσα τὸν νεκρὸν δεδεμένον πρὸς τῷ τοῦ Ἀχιλλέως ἅρμοιτι λιποψυχεῖ.

11 The Battle of Plataea

1 Οἱ μὲν Ἀθηναῖοί ποτε ἔπερσαν τὰς Σάρδεις, οἱ δὲ Πέρσαι βουλόμενοι αὐτοὺς τιμωρεῖσθαι ἐστρατεύσαντο ἐπὶ τὴν Ἑλλάδα. Δαρεῖος δὲ βασιλεὺς ἦν τῶν Περσῶν, μαχεσάμενος δὲ Μαραθῶνι πρὸς τοὺς Ἀθηναίους κακῶς ἔπραξεν. Καὶ μετὰ δέκα ἔτη Ξέρξης ἤδη βασιλεὺς ὢν ἐν Θερμοπύλαις πολλὰς ἡμέρας ἐπέθετο τοῖς Ἕλλησι· τέλος δὲ ἀφράκτους αὐτοὺς λαβόντες πάντας ἀπέκτειναν καὶ Λεωνίδαν τὸν ἡγεμόνα. Ἀλλ’ οὐ διὰ μακροῦ οἱ Πέρσαι Σαλαμῖνι ναυμαχήσαντες πρὸς τοὺς Ἕλληνας ἡσσήθησαν. 2 Ὁ δὲ Μαρδόνιος τὸν πεζὸν ἔχων ἐνέτυχε τοῖς Ἀθηναίοις καὶ τοῖς Λακεδαιμονίοις καὶ τοῖς αὐτῶν ξυμμάχοις οὐ πολὺ ἀπέχουσι τῶν Πλαταιῶν. Πολλὰς δὴ ἡμέρας οἱ στρατοὶ ἀντικαθέζονται, οὐδὲ οὐδέτερος βούλεται προσβαλὼν φθάνειν· οὐ γὰρ δεξιὰ ἦν τὰ τῶν θυμάτων σημεῖα. 3 Καὶ ἐν τούτῳ τὸ μὲν τῶν Ἑλλήνων στράτευμα καθ’ ἑκάστην ἡμέραν ηὐξάνετο καὶ ἐλάμβανε τὰ ἐπιτήδεια· οἱ δὲ Πέρσαι ταῦτα μαθόντες τὴν ἵππον ἀποπέμψαντες ἐκράτησαν τῶν ἐσόδων. Ἐκείνοις οὖν ἔδοξεν ἀναχωρεῖν ἐπὶ τῶν Πλαταιῶν. Τότε δὴ ὁ Μαρδόνιος γνώμην ἔσχεν αὐτίκα μάχεσθαι, οὐδὲ οὐκέτι χρονίζειν. 4 Διατάξας οὖν τὸν στρατὸν προσβολὴν ἐποιεῖτο· καὶ τοῖς Λακεδαιμονίοις πρώτοις προσεμίχθη. Καὶ ἐπειδὴ ἡ μάχη ἐς ἀντίπαλον κατέστη, ὁ Μαρδόνιος ἀνδρείως ἐφ’ ἵππου πολεμῶν ἀπέθανεν, ὅπερ ἰδόντες οἱ ἄλλοι ἐς φυγὴν ἐτράπησαν. Τῶν δὲ Ἀθηναίων ἤδη ξυμβοηθησάντων πάντες ἐδίωξαν τοὺς Πέρσας ἐς τὸ στρατόπεδον καὶ μακρὸν χρόνον πολιορκήσαντες τέλος αὐτοῦ ἐκράτησαν. Τῶν δὲ ἔνδον πλείστους ἀποκτείναντες σκῦλα πολλά τε καὶ τίμια ἀνήρπασαν.

12 Theseus

1 Ὁ Θησεύς, παιδίον ἔτι ὢν, ᾤκησε Τροιζῆνα μετὰ τῆς μητρός. Ἡ δὲ μήτηρ ἔπεμψεν αὐτὸν νεανίαν νῦν γενόμενον ἐς Ἀθήνας, ὧν Αἰγεὺς ὁ πατὴρ αὐτοῦ ἦρχεν. Ἤλπιζε γάρ, Αἰγέως ἀποθανόντος, τὸν Θησέα βασιλέα γενήσεσθαι. Ἐκ Τροιζῆνος οὖν ὥρμησεν ὅπλα ἔχων μόνον ξίφος ὀξὺ καὶ ἱμάτιον. Ἡ δὲ ὁδὸς μακρὰ ἦν καὶ χαλεπωτάτη, ἄγουσα αὐτὸν δι’ ὀρῶν ἀγρίων καὶ ὑψηλῶν μεταξὺ τοῖν δυοῖν θαλάσσαιν. Καὶ οὐ κατὰ θάλασσαν ἀλλὰ κατὰ γῆν προῆλθεν· μεγάλοι γὸιρ πόνοι αὐτὸν ἐν τοῖς ὄρεσιν ἔμειναν· πολλοὶ γὰρ ἄνθρωποι κακοὶ ἐκεῖ κατῴκουν, κακῶς ποιοῦντες τὰς ποίμνας καὶ ἀποκτείνοντες καὶ ἐσθίοντες τοὺς ἄνδρας. 2 Πρῶτον μὲν οὖν ἐπέτυχε Περιφήτῃ τῷ Ἡφαίστου υἱῲ, φέροντι ῥόπαλον μέγα χαλκοῦν. Πρῶτον μὲν οὖν ὁ Περιφήτης τὸν Θησέα τῷ ῥοπάλῳ πατάξας ὅσον οὐκ ἐνίκησεν· ὁ δὲ Θησεὺς φυλάσσων τὴν κεφαλὴν τῷ ἱματίῳ ἔσωσεν ἑαυτόν. Ἔπειτα δὲ ἀπορρίψας τὸ ξίφος καὶ τὸ ἱμάτιον προσέπεσε τῷ ἐχθρῷ, καί, καταλαβὼν τὸν αὐχένα, κατέβαλεν ἐκεῖνον τὸν κακὸν ἄνθρωπον. Οὕτως δὴ ἀπέκτεινε ἕνα μὲν τῶν ἐχθρῶν καὶ λαβὼν τὸ ῥόπαλον τὸ χαλκοῦν προεπορεύθη. Ἔπειτα δὲ ἐν τῷ ἰσθμῷ ηὗρε Σίνιν, ὃς πάντας τοὺς τυχόντας ἀπέκτεινεν ὠμῶς καὶ ἀναιδῶς. 3 Κατακάμψας γὰρ δύο πίτυε, προσέδει τὰς χεῖρας καὶ τοὺς πόδας τῶν καταληφθέντων τοῖν πιτύοιν, καί, ἀφεὶς τὰ δένδρα, τὰ σώματα διέσπασεν. Πολὺν οὖν χρόνον καὶ δεινῶς ἠγωνίζοντο, τέλος δὲ ὁ Θησεὺς τὸν ἐχθρὸν νικήσας ὁμοίως αὐτὸν διαφθείρει, καὶ λιπὼν τὸ σῶμα ἐκεῖ κρεμασθὲν διετέλει πορευόμενος ἐπὶ τῶν Ἀθηνῶν. Ὕστερον δὲ τὸν ἅρπαγα Σκίρωνα τῷ ποδὶ πλήξας ἀπῶσεν κάτω ἐς τήν θάλασσαν. Καὶ τὸ σῶμα αὐτοῦ πέτρος γενόμενον ἐκεῖ ἔτι ἕστηκεν. Καὶ Κερκυόνα Ἐλευσῖνι ἀπέκτανε πάλῃ νικήσας, καὶ Προκρούστην τὸν λῃστήν, καὶ Φαῖαν τὴν ἀγρίαν ὗν ἣ τὴν χώραν ἐπόρθει. Οὕτως οὖν ἡ χώρα εἰρήνην ἦγεν.

13 Iphigenia

1 Πολλοὶ ἦσαν μῦθοι περὶ τῶν Δαναῶν μετὰ τὰ Τρωικά. Ἄλλοι μὲν γὰρ τῶν στρατηγῶν οἴκαδε αὐτίκα ἀπελθεῖν λέγονται, ἄλλοι δὲ μόνον μετὰ πολλὰ ἔτη. Ἀλλ’ οὐδεὶς ἐδύνατο ἐκ τῆς γῆς ἀπιέναι, μὴ θελόντων τῶν θεῶν. Καὶ γὰρ οὐκ ἐξῆν τὰς ναῦς ἐν πολλῇ οὔσας ἀπορίᾳ ἀνέμου ἀποπλεῦσαι. 2 Καὶ τοῖς στρατηγοῖς ἐρωτῶσιν ὅ τι ποιήσαντες ἀπιέναι ἂν δύναιντο Κάλχας ὁ μάντις ἀντεῖπεν ὅτι ἡ Ἄρτεμις δι’ ὀργῆς ἔχει τὸν Ἀγαμέμνονα ὡς ἀποκτείναντα ἔλαφόν τινα ἐν τῷ αὐτῆς ἄλσει, ὅθεν δι’ αὐτὴν τὸ ναυτικὸν οὕτως ἔχει· Παραινεῖ μέντοι τῷ Ἀγαμέμνονι θύειν Ἰφιγένειαν τὴν θυγατέρα ὡς τὴν θεὸν καταπραϋνοῦντι. 3 Ἡ δὲ Ἄρτεμις λέγεται ἀντεισαγαγοῦσα ἔλαφον τοῖς θύουσιν ἀντὶ τῆς Ἰφιγενείας ἀπενεγκεῖν αὐτὴν ἐς τὴν Ταυρικήν, ἔνθα ἡ νύμφη ἱέρεια ἐγένετο τῆς θεοῦ. Διὰ μακροῦ δὲ διέσωσεν Ὀρέστην τὸν ἀδελφὸν ὅν τις θύσειν ἤμελλε τῇ Ἀρτέμιδι, καὶ μετ’ αὐτοῦ ἐς τὴν Ἑλλάδα ἀπέφυγεν.

14 Daedalus and Pasiphae

1 Δαίδαλος ὁ Ἀθηναῖος σοφώτατος ἦν τῶν τότε ἀνθρώπων. Πολλὰ γὰρ ἄλλα ἐξεῦρε καὶ τὴν ἀξίνην· καὶ ἐποίει ἀγάλματα οὕτω δεξιῶς ὥστε ζῆν ἐδόκει. Ἔπειτα δέ, ἀποκτείνας τὸν ἀδελφιδοῦν Τᾶλον, ἐξέπεσεν ἐξ Ἀθηνῶν. Ἐφθόνησε γὰρ τῷ Τάλῳ τῆς δεινότητος, ἐπεὶ ἐμπειρότατος ἦν πάντων τῶν τεχνῶν, καὶ ἐξεῦρε τὸν πρίονα, μιμούμενος τὴν ἰχθύος ῥάχιν, καὶ τὸν τροχὸν ᾧ χρώμενος ὁ κεραμεὺς πλάσσει τὴν γῆν. Ἐξ Ἀθηνῶν οὖν φυγὼν ἀφίκετο ὁ Δαίδαλος ἐς Κρήτην, νῆσόν τινα πρὸς μεσημβρίαν κειμένην. Ταύτης τῆς γῆς Μίνως ὁ Διὸς ἦρχεν, βασιλεύς τις δυνατώτατος. 2 Καὶ τῷ βασιλεῖ ὁ Δαίδαλος ἐποίησε τὸν λαβύρινθον. Ὁ δὲ Μίνως ἀγανακτήσας τῷ Δαιδάλῳ εἷρξεν αὐτὸν καὶ τὸν υἱὸν Ἴκαρον ἐν τῷ λαβυρίνθῳ. Πασιφάη γὰρ ἡ τοῦ Μίνω γυνὴ φιλικῶς εἶχεν πρὸς Δαίδαλον καὶ διὰ τοῦτο ὁ βασιλεὺς ἐζημίωσεν αὐτόν· ὁ δὲ Δαίδαλος καὶ ὁ Ἴκαρος πτερὰ ἐκ κηροῦ ποιησάμενοι ἀνέπταντο. Ἀλλ’ ὁ μὲν Ἴκαρος πλησίον γενόμενος τοῦ Ἡλίου ὥστε ὁ κηρὸς κατετάκη, κατέπεσεν ἐς τὴν θάλασσαν καὶ ἐπνίγη. Αὕτη μὲν οὖν ἡ θάλασσα ὠνομάζετο πόντος Ἰκάριος ὑπὸ τῶν Ἑλλήνων. Ὁ δὲ Δαίδαλος ἀφίκετο ἐς Ἰταλίαν ἀσφαλής, καὶ ἔπειτα πλεύσας ἐξ Ἰταλίας ἐς Σικελίαν παρῆλθεν. 3 Ἐκεῖ ὁ βασιλεύς, ἰδὼν οἷα ὁ Δαίδαλος δύναται καὶ μαθὼν οἷα ἔπαθεν ὑπὸ τοῦ Μίνω, αὐτῷ ὡς φίλῳ ἐχρήσατο. Καὶ οὐ πολλῷ ὕστερον ὁ Μίνως αὐτὸς πρὸς Σικελίαν πλεύσας ἀφίκετο ἐς τὸν τοῦ βασιλέως οἶκον. Ἀλλ’ αἱ θυγατέρες τοῦ βασιλέως, φιλοῦσαι τὸν Δαίδαλον καὶ βουλόμεναι τὸν Μίνων, ζημιοῦν, ἀπέκτειναν αὐτόν, Δαιδάλου αὐτοῦ βοηθοῦντος. Πολλά τε ἔτη ἐν Σικελίᾳ βιώσας, καὶ πολλὰ καὶ καλὰ τὸν βασιλέα ποιήσας καὶ μάλιστα ὑποδοχὴν μεγίστην ἀφ’ ἧς τὸ ὕδωρ ἐς τὴν πόλιν κατήχθη, τέλος πρεσβύτατος ὢν καὶ τιμιώτατος ἀπέθανεν.

15 Hercules and the Amazons

1 Ἡρακλῆς, ἥρως κλεινότατος ὤν, υἱὸς ἦν Διὸς καὶ Ἀλκμήνης, καὶ ἔμπειρος ἐγένετο τοῦ τε τοξεύειν καὶ τοῦ πολεμεῖν καὶ τοῦ ᾄδειν. Φυλάσσων δέ ποτε τοὺς τοῦ πατρὸς βοῦς πρῶτον θαυμαστόν τι ἐποίησεν. Λέων γάρ τις, μέγιστος ὤν, ἐκ τοῦ ὄρους Κιθαιρῶνος ὁρμώμενος τοὺς ἀγροὺς ἔτεμνεν· ἀποκτείνας δὲ τοῦτον ὁ Ἡρακλῆς τὸ δέρμα αὐτοῦ ὕστερον ἐφόρει· ῥόπαλον δὲ ἐν τῇ δεξιᾷ εἶχεν. Καὶ ἡ Πυθία ποτὲ ἐπέταξεν αὐτῷ δουλεύειν τῷ Εὐρυσθεῖ δώδεκα ἔτη, ὑπὲρ οὗ διέπραξε τὰ δώδεκα ἔργα. 2 Ἐν οἷς καὶ τόδε ἔτυχε δράσας· αἱ γὰρ Ἀμαζόνες ἦσαν γένος γυναικῶν μαχιμωτάτων· βασίλεια δὲ ἦν Ἱππολύτη· καὶ ζώνην ἐφόρει δῶρον Ἄρεος θεοῦ πολέμου. Ταύτην δὲ τὴν ζώνην ὁ Εὐρυσθεὺς ἐκέλευσε τὸν Ἡρακλέα ἀνακομίσαι. Πρῶτον μὲν ἡ Ἱππολύτη αὐτὸν προσελθόντα εὖ ἐδέξατο, ἔπειτα δὲ Ἥρας τὰς Ἀμαζόνας ἐπεγειράσης ἐπ’ αὐτὸν μάχη ἐγένετο. Ἀποκτείνας οὖν τὴν Ἱππολύτην ὁ Ἡρακλῆς ἀφείλετο τὴν ζώνην. 3 Αἱ δὲ Ἀμαζόνες πολλάκις ἐμάχοντο πρὸς τοὺς Ἕλληνας, καὶ βασιλεύοντος Θησέως ἐσβολὴν ἐποιήσαντο ἐς τὴν Ἀττικήν. Ἐν τοῖς Τρωικοῖς τῷ Πριάμῳ ξυνεβοήθησαν, Ἀχιλλέως δὲ ἀποκτείναντος Πενθεσίλειαν τὴν βασίλειαν ἀνεχώρησαν ἐς τὴν αὑτῶν γῆν.

16 Orestes

1 Ἀγαμέμνων δή, πατὴρ ὢν Ὀρέστου, πολὺ ἀντῆν ἀπὸ τῆς γυναικός, ἅτε στρατηγὸς ὢν ἐπὶ τοὺς Τρῶας. Ἐκείνη οὖν δεινὰ φρονοῦσα μετὰ τοῦ Αἰγίσθου ἐπιβουλεύσασα τῷ ἀνδρί, αὐτὸν μὲν ἤδη ἀναχωρήσαντα ἀπέκτεινεν, Αἰγίσθῳ δὲ ἐγήματο. Ἀλλὰ τὸν Ὀρέστην τὰ αὐτὰ πεισόμενον διέσωσεν ἡ ἀδελφὴ Ἠλέκτρα. Ἐκείνη γὰρ ἔλαθεν ἀποπέμψασα αὐτὸν ἐς τὸν Στρόφιον τὸν ἐν Φωκίδι βασιλεύοντα. 2 Ἐνταῦθα δὲ προσελθὼν Ὀρέστης πάνυ οἰκείως ἔσχε πρὸς Πυλάδην τὸν τοῦ Στροφίου υἱὸν ἐς τοσοῦτον ὥστε τὴν ἐκείνων φιλίαν γενέσθαι παροιμίαν. Ἥκων δὲ ἐς ἥβην μετὰ τοῦ φίλου ἀφανὴς ὢν ἀπῆλθεν ἐπ’ Ἄργος, καὶ ἀποκτείνας τήν τε μητέρα καὶ τὸν Αἴγισθον ἐτιμώρησατο αὐτοὺς ἀντὶ τοῦ φόνου τοῦ πατρός. 3 Μανίας δὲ ἐπιγενομένης γῆν πρὸ γῆς ἀπέφυγεν ὑπὸ τῶν Ἐρινύων διωκόμενος. Τέλος δέ, παραινοῦντος τοῦ Ἀπόλλωνος, σωτηρίαν ἐζήτησεν ἐν τῷ τῆς Ἀθήνας νεῷ τῷ ἐν Ἀθήναις. Καὶ δίκην φόνου φεύγων παρὰ τῷ Ἀρείῳ πάγῳ ἀπελύθη. Ἄλλοι μέντοι λέγουσιν ὅτι ὁ Ἀπόλλων κελεύει αὐτὸν κτήσασθαι τὴν της Ἀρτέμιδος εἰκόνα ἐκ τῆς Ταυρικῆς, ὅτι δὲ οἱ ἐν τῇ γῇ ἐνοικοῦντες λαβόντες αὐτὸν θύειν βουλεύουσιν, ἡ δὲ ἀδελφὴ αὐτοῦ ἀναγνωρίσασα τὸν ἀδελφὸν μετ’ αὐτοῦ τὴν εἰκόνα φέρουσα ἐκφεύγει ἐς σωτηρίαν· Ὁ δὲ Ὀρέστης ἐς τὴν Πελοπόννησον κατελθὼν καὶ κτησάμενος τὴν τοῦ πατρὸς βασιλείαν τὴν ἐν Μυκήναις Ἑρμιόνην τὴν τοῦ Μενέλεω θυγατέρα ἔγημεν.

17 Croesus

1 Κροῖσος, ὁ τῶν Λυδῶν βασιλεύς, ἐλέγετο εἶναι πλουσιώτατος πάντων ἀνθρώπων. Βουλόμενος δὲ ἔτι πλουσιώτερος καὶ δυνατώτερος εἶναι, ἐβουλεύσατο πόλεμον πρὸς τοὺς Πέρσας ποιεῖσθαι. Πρὶν δὲ πόλεμον ποιεῖσθαι ἔπεμψε πρέσβεις ἐς Δελφοὺς ἐρωτήσοντας τὸν θεὸν εἰ στρατεύσεται ἐπὶ τοὺς Πέρσας. Καὶ τὸ μαντεῖον ἀποκρίνεται ἢν στρατεύηται ἐπὶ τοὺς Πέρσας μεγάλην ἀρχὴν αὐτὸν καταλύσειν. Τότε δὴ ὁ βασιλεύς, νομίζων τὸν θεὸν τὴν Περσικὴν ἀρχὴν λέγειν, ἄγει τὴν στρατιὰν ές τὴν τῶν Περσῶν χώραν. Καὶ ὁ τῶν Περσῶν βασιλεύς, ὀνόματι Κῦρος, ἀγείρας μέγαν τινὰ στρατὸν Κροίσῳ ἐμαχέσατο· Μάχης δὲ καρτερᾶς γενομένης καὶ πεσόντων ἀμφοτέρωθεν πολλῶν, τέλος οὐδέτεροι νικήσαντες διέστησαν. 2 Καὶ ὁ Κροῖσος, βουλόμενος μείζω στρατιὰν ξυλλέγειν, οἴκαδε ἐπανῆλθεν, ἐν νῷ ἔχων τῷ ἐπιόντι ἐνιαυτῷ πάλιν ἐς πόλεμον καταστῆναι. Ὁ δὲ Κῦρος μαθὼν τοὺς πολεμίους ἀναχωρήσαντας, ἐστράτευσεν ὡς τάχιστα ἐπὶ τὰς Σάρδεις τήν τῶν Λυδῶν μητρόπολιν. Ἀφικόμενός τε ἐκεῖσε ᾔσθετο τὸν τῶν Λυδῶν στρατὸν ὡς ἐπὶ μάχην προσταχθέντα, καὶ ἐφοβεῖτο ὁρῶν τοὺς ἱππεάς ὅσοι εἰσίν. Ἐμηχανήσατο οὖν τι τοιόνδε· λαβὼν πάσας τὰς καμήλους τὰς τὸν σῖτον καὶ τὰ σκεύη φερούσας ἀντικατέστησεν πρὸς τοὺς τῶν πολεμίων ἱππέας· ἵπποι γὰρ καμήλους φοβοῦνται ἀεί, οὐκ ἀνεχόμενοι οὔτε τὴν ἱδεάν ὁρῶντες οὔτε τῆς ὀσμῆς ὀσφραινόμενοι. 3 Διὰ δὲ ταῦτα, τῆς μάχης εὐθὺς γιγνομένης, οἱ τῶν Λυδῶν ἵπποι ἀνεστρέφοντο, καὶ ὁ στρατὸς ἐς τὴν πόλιν ἔφυγεν. Καὶ ὁ Κῦρος πολιορκήσας τὰς Σάρδεις οὐ πολλάς ἡμέρας κατέλαβεν, καὶ τὸν Κροῖσον ζῶντα εἷλεν· ποιήσας τε πυρὰν μεγάλην τὸν Κροῖσον ἀνεβίβασεν ἐπ’ αὐτὴν πέδαις δεδεμένον. Τότε δὴ ἐκέλευσεν ἅψαι τὴν πυράν. Ἀλλ’ ὁ Κροῖσος ἐπεκαλέσατο τὸν Ἀπόλλωνα κελεύων ἐπιβοηθεῖν, πολλὰ γὰρ καὶ καλὰ δῶρα τῷ ἐν Δελφοῖς ἱερῷ ἐδεδώκει. Καὶ ὁ θεὸς ἀκούσας αὐτοῦ εὐχομένου ἔσωσεν· ὄμβρον γὰρ πολὺν ἔπεμψεν καὶ τὸ πῦρ ἔσβεσεν. Καὶ ὁ Κῦρος αἰσθόμενος αὐτὸν δίκαιον ὄντα καὶ φίλον τῶν θεῶν εἶχεν αὐτὸν ἀεὶ ἐν πολλῇ φιλίᾳ.

18 The Cyclops

1 Ὀδυσσεὺς ξυνεστράτευσε τοῖς ἄλλοις Ἕλλησιν ἐπὶ τὴν Τροίαν, καὶ δέκα ἔτη πολιορκήσαντες τὴν πόλιν τέλος κατέλαβον. Καὶ μετὰ ταῦτα οἱ ἄλλοι ἡγεμόνες οἴκαδε ἀπῆλθον, πανύστατος δὲ ὁ Ὀδυσσεὺς καὶ οἱ περὶ αὐτόν. Ἀλλ’ ἀποπλεύσας ξὺν δώδεκα ναυσὶν αὐτοῖς τοῖς ναύταις οὐ καλῶς ἔπραξεν, δέκα δὲ ἔτη περιπλανηθεὶς μόλις ἐς τὴν πατρίδα ἀφίκετο. 2 Καὶ ἦλθέ ποτε πλανώμενος ἐς τὴν τῶν Κυκλώπων γῆν· καὶ οἱ ἑταῖροι ὁρμίσαντες τᾶς ναῦς παρὰ νήσῳ τινὶ οὐ πολὺ ἀπεχούσῃ τῆς ἠπείρου τῇ ὑστεραίᾳ τὸν πορθμὸν διέβησαν εἴ τι ἐν τῇ ἠπείρῳ εὕροιεν. 2 Προσελθόντες δὲ ἐπὶ τὸ τοῦ Πολυφήμου ἄντρον, κενὸν ἀνθρώπων αὐτὸ ἐφεῦρον. Ὁ δὲ Πολύφημος ἀναχωρήσας ἐπέτυχεν αὐτοῖς ἐν τῷ ἄντρῳ· ὀργισθεὶς δὲ δύο τῶν ξένων καταλαβὼν καὶ ἐπὶ τὴν γῆν προσουδίσας ἀπέκτεινεν. Ἠπόρει οὖν ὁ Ὀδυσσεὺς καὶ οἱ περὶ αὐτὸν ὅπως ἐκφεύξονται, τέλος δὲ τοιόνδε ἐμηχανήσατο· πρῶτον μὲν ἔδωκε τῷ γίγαντι τὸν οἶνον τὸν ἐν τῇ αὑτοῦ πήρα ὅντα, ὅνπερ ἐκεῖνος καταπιὼν ἐκοιμήθη. Ἔπειτα δὲ σταυρόν τινα ἀκονήσας καὶ σκληρὸν ἐν τῷ πυρὶ ποιησάμενος, ἔωσεν αὐτὸν ἐς τὸν ὀφθαλμὸν τὸν τοῦ Πολυφήμου· ἅμα δὲ τῇ ἕῳ ὁ Κύκλωψ ἀφελὼν τὸν λίθον ἐφύλασσε τὴν τοῦ ἄντρου θύραν, ὁ δὲ Ὀδυσσεὺς καὶ οἱ ἑταῖροι ἐπιλαβόμενοι κάτωθεν τῶν ἐρίων τῶν προβάτων τῶν ἐν τῷ ἄντρῳ ἔλαθον ἐκφυγόντες, δόλῳ ἐξαπατήσαντες τὸν Κύκλωπα, καὶ ἐπὶ τὴν ναῦν ἐπιβάντες ἀπέπλευσαν.

19 Perseus

1 Περσεὺς δὲ υἱὸς ἦν τοῦ Διὸς καὶ τῆς Δανάης. Ὁ δὲ πατὴρ ἐκείνης ἀγανακτήσας τῇ θυγατρὶ ἐξέβαλε τὴν μητέρα καὶ τὸν παῖδα ἐς τὴν θάλασσαν, ἐπὶ λάρνακος ἐπιθείς. 2 Μετὰ δὲ πολλὰς ἡμέρας προσῆλθον ἐς τὴν Σέριφον νῆσον. Ἁλιεὺς δέ τις, ὀνόματι Δίκτυς, εὑρὼν αὐτοὺς ἡγήσατο παρὰ τὸν Πολυδέκτην τὸν τῆς γῆς βασιλέα, ὑφ’ οὗ εὖ ἔπαθον. Τέλος δὲ ὁ βασιλεὺς φιλῶν τὴν Δανάην ἀφανίσαι τὸν Περσέα ἐβούλετο. 3 Διά τοῦτο ἀπέπεμψεν αὐτὸν εἴ πως κτήσαιτο τὴν κεφαλὴν τῆς Μεδούσης τῆς Γοργοῦς. Βοηθοῦντος δὲ τοῦ Ἑρμοῦ καὶ τῆς Ἀθήνης προσῆλθε πρὸς τὰς Γραίας τὰς τῶν Γοργόνων ὁμαίμους, ἀφ’ ὧν ἀφεῖλε τὸν ὀδόντα καὶ τὸν ὀφθαλμόν (τρεῖς γὰρ οὖσαι ἕνα μόνον εἶχον), οὐδὲ ἀποδοῦναι ἤθελεν ἢν μὴ ἀποδεικνύωσι τὴν ὁδὸν τὴν ἐπὶ τὰς Νύμφας ἄγουσαν· αὖται γὰρ εἶχον τὰ πτηνὰ πέδιλα καὶ τὴν πήραν καὶ τὴν τοῦ Πλούτωνος κόρυθα, ἥνπερ φορῶν τις ἀφανὴς ἐγένετο. 4 Λαβὼν οὖν ταῦτα ἀπὸ τῶν νυμφῶν καὶ δρέπανον ἀφ’ Ἑρμοῦ καὶ ἀπ’ Ἀθήνης κάτοπτρον, ἐς τὸν ἀέρα ἀναπτόμενος προσῆλθεν ἐς τὸν τῶν Γοργόνων οἶκον. Εὑρὼν δὲ αὐτὰς καθευδούσας καὶ τὴν Μέδουσαν κατιδὼν διὰ τοῦ κατόπτρου (οὐ γὰρ χαίρων γε ἐδύνατο κατὰ στόμα), ἀπέτεμεν αὐτῆς τὴν κεφαλήν. 5 Ἐνθεῖς δὲ ἐν τῇ πήρᾳ ἀπέφυγεν, οὐδὲ αἱ ἄλλαι οἷαί τε ἦσαν καταλαβεῖν αὐτὸν τὴν κόρυθα ἠμφιεσμένον. Ἀπελθὼν δὲ ἐντεῦθεν ἐς τὴν Αἰθιοπίαν χώραν ἔγημε τὴν Ἀνδρομέδαν, κατελθὼν δὲ πρὸς Σέριφον διασώσας τε τὴν μητέρα, ἐν Ἄργει ξὺν αὐταῖς κατῴκησεν.

20 Jason

1 Αἴσων, ὁ Ἰάσονος πατήρ, βασιλεὺς ἦν ἐν τῇ Ἰωλκίᾳ γῇ, ἀλλ’ ἐκ τῆς πατρίδος ὕστερον ἐξέπεσεν ὑπὸ τοῦ ἀδελφοῦ Πελίου. Φεύγων δὲ ἤνεγκε τὸ παιδίον Ἰάσονα πρὸς τὸν Κένταυρον Χείρωνα τὸν σοφώτατον καὶ εὐκλεέστατον τῶν τότε ἀνθρώπων. Ὁ δὲ ἐπαίδευεν ἐν τῷ ὄρει Πηλίῳ καὶ Ἡρακλέα καὶ Ἀσκληπιὸν καὶ Πηλεά καὶ πολλοὺς ἄλλους τῶν ἡρώων. Καὶ ἐδίδασκεν αὐτοὺς θηρᾶν λαγὼς καὶ αἶγας ἐν τοῖς ὄρεσι, καὶ παλαίειν καὶ πὺξ ἀγωνίζεσθαι ὥστε ταχεῖς καὶ ἰσχυροὺς γενέσθαι, καὶ μέλη ᾄδειν πρὸς αὐλὸν καὶ πρὸς λύραν, καὶ τοὺς νοσοῦντας θεραπεύειν, καὶ πάντα τὰ ἐπιτηδεύματα ὅσα ἐν ἀνθρώποις ἔνδοξά ἐστιν. 2 Τέλος δέ, τοῦ Ἰάσονος ἤδη ἡβῶντος, ὁ Χείρων ἐκάλεσεν αὐτὸν καὶ ἐκέλευσεν ἐξιόντα εὑρίσκειν τὸν Πελίαν τὸν κακὸν βασιλέα, καὶ ἀξιοῦν αὐτὸν τὴν ἀρχήν, τὴν ἀδίκως κλαπεῖσαν, ἀποδιδόναι. Ὁ μὲν οὖν ταῦτα ἐποίησεν. Ὁ δὲ Πελίας οὐκ ἔφη ἀποδώσειν τὴν ἀρχὴν πρὶν ἂν ὁ Ἰάσων ἔλθῃ φέρων τό χρυσοῦν δέρμα, τό ἐν Κολχίδι κρεμασθέν. Πρός ταῦτα δὲ ἀντεῖπεν ὁ Ἰάσων ὅτι τό δέρμα ζητήσας κατοίσει. Ξυνέλεξεν οὖν πάντας τοὺς ἥρωας τοὺς μεθ’ ἑαυτοῦ ἐν Πηλίῳ πεπαιδευμένους, Ἡρακλέα τε καὶ Ὀρφέα καὶ Τελαμῶνα τὸν Αἴαντος πατέρα καὶ Τῖφυν κυβερνήτην καὶ τοὺς ἄλλους ἐς πεντήκοντα. Οὗτοι οὖν πολλὰ παθόντες καὶ Ἥρας βοηθούσης τέλος ἀφίκοντο ἐς Κολχίδα. 3 Ἐκεῖ δὲ οὐδὲν ἂν ἔπραξαν εἴ γε μὴ Μήδεια, ἡ τοῦ Κολχικοῦ βασιλέως θυγάτηρ, Ἰάσονα διὰ φιλίας ἔχουσα, αὐτοῖς ἐπεκούρησεν. Ἐκείνη γὰρ παντοίων φαρμάκων τε καὶ φίλτρων ἔμπειρος οὖσα ἔδειξεν αὐτῷ ὅπως τοὺς ταύρους τοὺς πῦρ ἐκπνέοντας ἂν δαμάζοι, καὶ τοὺς μυρίους ὁπλίτας αὐτὸς καθ’ αὑτοῦ μόνος ἂν νικῴη. Ἔπειτα δὲ ἡ Μήδεια κατεκοίμησε τὸν δράκοντα τὸν τὸ δέρμα φυλάσσοντα, καὶ ὁ Ἰάσων ἀπέπλευσεν ἀποκομίζων τό τε δέρμα καὶ τὴν Μήδειαν. Ἐκείνη γὰρ ἐφοβήθη μὴ ὁ πατὴρ ὀργισθεὶς αὐτὴν ἀποκτάνοι. Καὶ ὁ Ἰάσων ἔγημεν αὐτὴν καὶ τὴν ἀρχὴν παρὰ τοῦ Πελίου ἀπεδέξατο.

21 Ulysses and Argus

1 Τοῦ Τρωικοῦ πολέμου ἤδη τελευτηθέντος, οἱ Ἕλληνες ἐπανῆλθον ἕκαστος πρὸς τὴν ἑαυτοῦ οἰκίαν, καὶ ἐν τοῖς ἄλλοις Ὀδυσσεύς, ὃς ἐν Ἰθάκῃ ᾤκησεν. Ἀλλ’ ἔδει αὐτὸν πανταχοῦ πλανᾶσθαι κατὰ γῆν καὶ κατὰ θάλασσαν, καὶ καθορμίζεσθαι ἐς πολλά τε καὶ ξένα χωρία, πρὶν ἰδεῖν τὴν φίλην γυναῖκα καὶ τὸν υἱὸν καὶ τὴν νῆσον Ἰθάκην. Εἴκοσιν οὖν ἕτη ἐφοίτα, ἐντυγχάνων παντοίοις κινδύνοις, ἄλλοτε μὲν τοῦ χειμῶνος, ἄλλοτε δὲ τῶν ἀνθρώπων· Αἴολος γὰρ ὁ τῶν ἀνέμων βασιλεὺς ἐχθρὸς ἐγένετο αὐτῷ, καὶ τὴν ναῦν ἅνω καὶ κάτω ἤλασεν μεγάλοις ἀνέμοις. 2 Τέλος δὲ τῷ εἰκοστῷ ἔτει ἀφίκετο ἐς Ἰθάκην καὶ τὴν ναῦν ἐπώκειλε ἐς τὸν μικρὸν λιμένα. Τότε δὲ λάθρᾳ πρὸς τὴν τοῦ συβώτου Εὐμαίου καλύβην προσῆλθεν. Ἐκεῖνος δὲ ἠπόρει οὐκ ἐπιγιγνώσκων τὸν δεσπότην τίς ἐστί πολὺν γοὶρ χρόνον ἤδη ἀπεδήμει. Ἀλλ’ ἐγγὺς ἔκειτο χαμαὶ κύων τις Ἄργος, πρεσβύτατος ἤδη γεγενημένος, ὃν ὁ Ὀδυσσεύς ποτε ἔθρεψεν ἐν τῇ οἰκίᾳ. Καὶ ἐκεῖνος ἀκούσας τὴν τοῦ δεσπότου φωνὴν τὴν κεφαλὴν καὶ τὰ ὦτα ἐκίνει καὶ ἔσαινεν, δῆλος ὢν ἐπιγιγνώσκων αὐτὸν τίς ἐστίν. Ἀλλ’ οὐκέτι ἤρκεσεν αὐτῷ ἡ ἰσχὺς ὥστε δύνασθαι πρὸς τὸν Ὀδυσσέα προσελθεῖν. Οὕτως οὖν ἔκειτο τὸν δεσπότην τοῖς ὄμμασι τηρῶν. 3 Ὁ δὲ Ὀδυσσεύς, ἰδὼν τὸν κύνα, ὅν ποτε σκύλακα κατ’ οἶκον ἔσχεν, καταγηρήσαντα δὴ καὶ ὅσον οὐ θνήσκοντα, ἐδάκρυσεν. Ὅμως δακρύων ἔλαθε τὸν Εὔμαιον. Ἔπειτα δε, ἀνελθόντος τοῦ Ὀδυσσέως ἐς τὴν οἰκίαν, ὁ κύων λύπῃ νικηθεὶς ἀπέθανεν. Ἐκεῖνος δὲ μόνος ἐπέγνω τὸν δεσπότην, οὔτε γὰρ ἡ γυνὴ οὔτε τῶν θεραπόντων οὐδεὶς οὕτε ὁ υἱὸς πρῶτόν γε αὐτὸν ἐπέγνω. Ἐξ οὗ γὰρ ἀπῴχετο ἐκ τῆς γῆς πολεμήσων, οὐδεὶς τῶν ἐν τῇ νήσῳ αὐτὸν εἶδεν καὶ πολλοὶ δὴ ἐνόμιζον αὐτὸν τεθνηκέναι. Ὁ γὰρ πόλεμος δέκα ἤδη ἔτη ἐτελευτήθη, καὶ τὰ περὶ τοῦ Ἰλίου ἐκπολιορκηθέντος προσηνέχθη.

22 Diomede

1 Διομήδης ὁ Τυδέως προέσχε τῶν πλείστων τῶν ἡγεμόνων τῇ ἀνδρείᾳ, καὶ οὐ μόνον πρὸς ἄνδρας ἀλλὰ καὶ πρὸς θεοὺς ἐμάχετο. Μαχόμενος γάρ ποτε πρὸς τοὺς Τρῶας εἶδεν τὸν Αἰνείαν ξὺν Πανδάρῳ τῷ Λυκάονος ἐπὶ τοὺς Ἕλληνας ἐν ἅρματι φερόμενον. Τότε δὴ ὁ Διομήδης ἐξεπήδησε καὶ ῥίψας τὸ δόρυ οὐχ ἥμαρτε τοῦ Πανδάρου. Ἐκεῖνος δὲ τὸ πρόσωπον τετρωμένος ἀπέθανεν. Καὶ ὁ Αἰνείας, ἰδὼν οἷα ὁ ἑταῖρος ἔπαθεν, κατεπήδησεν ἀπὸ τοῦ ἅρματος καὶ δρόμῳ ὥρμησεν ἐπὶ τὸν Διομήδεα. Ὁ δὲ Διομήδης οὐδὲν δόρυ οὐκέτι ἔχων κατέλαβε λίθον τινὰ μέγαν ὡς ἐπιβαλῶν ἐπὶ τὸν πολέμιον. 2 Καὶ ὁ Αἰνείας τῷ λίθῳ τὸν μηρὸν πληγεὶς κατέπεσεν, καὶ ἀπέθανεν ἂν ὑπὸ τοῦ Διομήδους, εὶ μὴ ἡ θεὸς Ἀφροδίτη ἡ μήτηρ αὐτοῦ ἔσωσεν. Ἡ γὰρ θεὸς ἰδοῦσα τὰ πραχθέντα ταχέως κατέβη ἐξ Ὀλύμπου καὶ ἀπήνεγκε τὸν υἱὸν περικαλύπτουσα αὐτὸν νέφει. Ἀλλ’ ὁ Διομήδης, αἰσθόμενος Ἀφροδίτην οἷα ἔπραξεν, εὐθὺς ἐδίωξεν, καὶ καταλαβὼν δόρυ ἔτρωσε τὴν χεῖρα αὐτῆς. Ἐκείνη δὲ μέγα βοῶσα ἀφῆκε τὸν Αἰνείαν ὅν ὅμως ὁ Ἀπόλλων ἔσωσεν, καταλαβὼν τοῖν χεροῖν καὶ ἀποφέρων ἐς τὴν πόλιν. Ἀλλ’ ἡ Ἀφροδίτη ἀπῆλθεν ἐς Ὅλυμπον δακρύουσα διὰ τὸ τραῦμα. Ἐκεῖ δὲ Διώνη ἡ μήτηρ δεξαμένη ἐθάρσυνεν αὐτήν. 3 Ἐν δὲ τούτῳ ὁ μὲν Διομήδης ἐπεχείρησε τῷ Ἀπόλλωνι. Ὁ δὲ θεὸς πρῶτον μὲν ἠμύνατο τῇ ἀσπίδι, ἔπειτα δὲ τοῦ Διομήδους οὔπω παυσαμένου, ἔλεξε τοιάδε. «Ἆρ’ οὗ, ὦ παῖ Τυδέως, οἶσθα τίς ἐγώ εἶμι; Μῶν δῆτα ἐν νῷ ἔχεις ἀποκτείνειν ἐμὲ τὸν τοῦ τόξου δεσπότην, τὸν ἀνδρειότατόν τε καὶ τὸν ἰσχυρότατον τῶν ἀθανάτων; Παῦσαι τῆσδε τῆς ἐπιχειρήσεως καὶ ἐπανελθὼν πρὸς τὴν μάχην ἀπόκτεινε τοὺς ἀνθρώπους ὅσους βούλει.» Καὶ ὁ Διομήδης ἀκούσας ταῦτα ἐπείσθη καὶ ἐπαύσατο διώκων τὸν θεόν. Μάλιστα δὲ ἠγανάκτησε διὰ τὸ τὸν Αἰνείαν οὕτως σωθῆναι, καὶ πολλῷ χρόνῳ ὕστερον ἐμαχέσατο πρὸς αὐτὸν ἐν Ἰταλίᾳ.

23 Alexander

1 Ἀλέξανδρος βασιλεὺς ἐγένετο τῶν Μακεδόνων, ἀποθανόντος γὰρ Φιλίππου τοῦ ἀδελφοῦ τὴν ἀρχὴν διεδέξατο, ἤδη εἴκοσιν ἐτῶν μόνον ὤν· πολλοὶ μέντοι ἦσαν αὐτῷ ἐχθροί. Τοὺς μὲν οἴκοι ἐχθροὺς ὄντας πρῶτον μὲν ξυνελεῖν ἤρξατο, τότε δὲ καὶ τοὺς ἔξω. Τοῖς γὰρ Ἕλλησι ταχέως καὶ ἐξαίφνης ἐπιστρατευσάμενος ἐνίκησεν, οὐδὲ οἱ Θηβαῖοι αὐτῷ ἀντέστησαν, οἱ δὲ Ἕλληνες οἱ ἐπὶ τὴν Ἰσθμὸν ξυνελθόντες αὐτὸν στρατηγὸν εἵλοντο ἐπὶ τοὺς Πέρσας. 2 Ὁ δὲ Ἀλέξανδρος ἀθροίσας στράτευμα καὶ διαβὰς τὸν Ἴστρον ποταμὸν στρατιὰν ἐπόρευσεν ἐπὶ τοὺς βαρβάρους τοὺς πρὸς Βορέαν. Ἐν δὲ τούτῳ οἱ Θηβαῖοι φήμῃ ἀκούσαντες τὸν Ἀλέξανδρον ὡς ἀποτέθνηκεν ἀφίσταντο· ἐκείνου δὲ κατελθόντος, δεινὰ ἔπαθον, προσβαλὼν γὰρ εἷλε τὴν πόλιν καὶ τῶν πολιτῶν τοὺς μὲν ἀπέκτεινεν τούς δὲ ἠνδραποδίσατο. 3 Ἅμα δὲ τῷ ἦρι ἐπεραιώθη τὸν Ἑλλήσποντον ἔχων μεθ’ αὑτοῦ τριάκοντα πέντε χιλίους μάλιστα ὁπλίτας τε καὶ ἱππεάς, ξυνελθὼν δὲ ἐς χεῖρας τοῖς Πέρσαις ἐπὶ τῷ Γρανίκῳ ποταμῷ μάχῃ ἐκράτησεν. Τῷ δὲ ἐπιγιγνομένῳ ἔτει ξυλλεξας τὸ στράτευμα ἐς Γόρδιον ἐξέλυσεν ἐκεῖ τὸ ἅμμα, ὅπερ οὐδείς, ὡς ἐλέχθη, ἐδυνήσατο πλὴν εἴ τις τὴν Ἀσίαν ἔμελλε κρατήσειν. Οὐ δὲ διὰ μακροῦ ἐπορεύθη ἐς Ἰσσὸν καὶ τὴν στρατιὰν Δαρείῳ τῷ βασιλεῖ τῶν Περσῶν ἀντιτάξας ἐπεφέρετο· ὁ δὲ Δαρεῖος νικηθεὶς αὐτὸς μὲν ἀπέφυγεν, τὴν δὲ μητέρα αὐτοῦ καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα ζωγρήσας ὁ Ἀλέξανδρος εὖ ἐποίησεν. Πρόσω οὖν ἀναβὰς πολλὰς καὶ καλὰς πόλεις ἔλαβε καὶ ἔστιν ἃς καὶ ἔκτισεν. Ἐκ δὲ τούτων πολλῷ κλεινοτάτη ἦν ἡ Ἀλεξάνδρεια ἣν Ἀλέξανδρος ἀφ’ αὑτοῦ ἐπωνόμασεν. 4 Ὁ μέντοι Δαρεῖος ἄλλο στράτευμα ξυλλέξας ἐν τοῖς Γαυγαμήλων πεδίοις αὖθις πρὸς Ἀλέξανδρον προσεμίχθη. Ἰδὼν δὲ τὰ ἑαυτοῦ ὄτι οὐ προχωρεῖ ἐς καταφυγὴν ἐτράπετο ὁ Δαρεῖος καὶ οἱ μετ’ αὐτοῦ, ἥκων δὲ ἐς τὴν τῶν Πάρθων γῆν ἅμα τῷ ἦρι φόνῳ ἀπέθανεν. Καὶ μετὰ ταῦτα ὁ Ἀλέξανδρος πολλοὺς ποιησάμενος αὑτῷ ὑπηκόους ἐπὶ Πωρον τὸν βασιλέα τῶν Ἰνδων ἐπεστράτευεν· νικήσας δὲ αὐτὸν καὶ ζωγρήσας ἀνδρείως πολὺν χρόνον ἀντιστάντα πολὺ ἐτίμα καὶ ἐς τὴν ἀρχὴν αὖθις ἀνέστησεν. Πολλὰ μὲν δὴ ἄλλα ἐνεθυμεῖτο, νοσήσας δὲ ἕνδεκα ἡμερῶν ἀπέθανεν ἐν Βαβυλῶνι. Φανερὸς ἦν εἴ τις καὶ ἄλλος κλεινότατος ὢν στρατηγός.

24 Ulysses and the Suitors

1 Ὁ δὲ Ὀδυσσεὺς μετὰ τοῦ συβώτου ἐς τὴν ἑαυτοῦ οἰκίαν ἀνῆλθεν ῥάκεσιν ἀμφιεσθείς, πτωχῷ ἐοικώς, καὶ ἐν χερσὶ βακτηρίαν ἔχων. Καὶ ἐν τῷ μεγάρῳ εὗρεν οὐ τὴν γυναῖκα ἀλλ’ ὡς ἑκατὸν ἄνδρας δειπνοῦντας καὶ πίνοντας οἶνον. Ἔσφαζον γὰρ καθ’ ἡμέραν βοῦς τε καὶ πρόβατα καὶ ὗς, καὶ δι’ ἡμέρας ἐδείπνουν. Οὗτοι γὰρ οἱ ἄνθρωποι, νομίζοντες ὅτι ὁ Ὀδυσσεὺς τέθνηκεν, πρὸς τὴν οἰκίαν ἧκον βουλόμενοι ἕκαστος γαμεῖν Πηνελόπειαν τὴν τοῦ Ὀδυσσέως γυναῖκα. Ἀλλ’ ἐκείνη οὐκ ἤθελεν, ἐλπίζουσα, ἀεὶ τὸν ἄνδρα ἐπανιέναι. Καὶ νῦν ἔτυχεν οὖσα ἐν τῷ θαλάμῳ ξὺν ταῖς θεραπαίναις δακρύουσα καὶ ὀδυρομένη ὑπὲρ Ὀδυσσέως. 2 Ἐκεῖνος δέ, κλείσας τὰς τοῦ μεγάρου θύρας καὶ ἔχων περὶ ἑαυτὸν τὸν παῖδα Τηλέμαχον καὶ τὸν συβώτην καὶ Φιλοίτιον τὸν βουκόλον, οἳ μόνοι ἐπέγνων αὐτόν, ἕστηκεν. Τότε δὴ κατέλαβε τὸ τόξον τὸ μέγα, ὃ οὐδεὶς οὐδέποτε, εἰ μὴ Εὔρυτος, τείνειν ἐδύνατο. Καὶ γὰρ Εὔρυτος θανούμενος ἔδωκεν αὐτὸ τῷ υἱῷ Ἰφίτῳ, καὶ Ἴφιτος τῳ Ὀδυσσεῖ, ἐπιτυχὼν αὐτῷ νεανίσκῳ ἔτι ὄντι ἐν Μεσσήνῃ. Τουτο οὖν κατέλιπεν οἴκοι ὁ Οδυσσεὺς ἐπὶ τὴν Τρῳάδα πορευόμενος· ἀλλ’ ἡ θεὸς Ἀθηναία νῦν ἀνέμνησεν αὐτὸν τὸ τόξον καὶ τοὺς ὀϊστοὺς οὓς πολλοὺς εἶχεν ἐν τῇ φαρέτρα. Ἡ γὰρ Ἀθηναία ἐφίλει τὸν Ὀδυσσέα καὶ ἀεὶ ἐβοήθει αὐτῷ ἀποροῦντι. 3 Τείνας οὖν τὸ τόξον ἕστηκεν Ὀδυσσεὺς καὶ οἱ μνηστῆρες ἐφοβοῦντο. Πρῶτον μὲν ἐπέτυχεν Ἀντινόου πίνοντος οἶνον ἐκ χρυσοῦ ποτηρίου, καὶ ὁ ὀϊστὸς διέτρωσε τὸν αὐχένα. Ἔπειτα δὲ πολλοὺς ὡσαύτως ἀπέκτεινεν. Καὶ οὐδένων ὀϊστῶν ἔτι ὄντων, καταλαβὼν ξίφος τε καὶ ἀσπίδα, ἃ ὁ Τηλέμαχος ἐπόριζεν αὐτῷ, πολὺν χρόνον ἐμάχετο καὶ ἀνδρείως. Τέλος δέ, οὐδενὸς τῶν μνηστήρων ἔτι ζῶντος, ἀνέῳξε τὰς θύρας καὶ καλέσας τὰς θεραπαίνας ἔδειξεν οἷα πέπραχεν. Ἐκεῖναι δέ, δακρύουσαι χαρᾷ, ἤγγειλαν τῇ δεσποίνῃ Πηνελοπείᾳ πάντα ὅσα ἴδοιεν. Τότε δὴ πολὺ θαυμάσασα κατέβη ἐς τὸ μέγαρον ὡς αὐτὴ ὀψομένη.

25 Ulysses and Penelope

1 Καὶ ἡ Πηνελόπεια ἰδοῦσα τὸν ἄνδρα ῥάκεσιν ἀμφιεσθέντα οὐκ ἐπέγνω. Καὶ ὁ υἱὸς Τηλέμαχος ἐμέμψατο αὐτὴν λέγων, «Τί δῆτα, ὦ μῆτερ, οὕτως σκληρὰ εἶ; Οὗτος γὰρ δὴ ὡς ἀληθῶς Ὀδυσσεύς ἐστιν, ὁ ἐμὸς πατὴρ καὶ ὁ σὸς ἀνήρ· ἀρ’ οὐκ ἐπιγιγνώσκεις σὺ τὸν ἄνδρα;» 2 Ἀλλ’ ἐκείνη ἀπεκρίνατο, «Μὰ Δία, φοβοῦμαι γὰρ μὴ ψευδής τις πανοῦργος ἀποβαίνῃ· πολλάκις γὰρ ἐπιχειροῦσί με ψεύδειν λέγοντες ὅτι εἰσὶ δὴ Ὀδυσσεύς. Οὐ γὰρ ἐπὶ εἴκοσιν ἔτη ἑόρακα αὐτόν. Ἀεὶ δὲ ἠπίστησα τούτοις τοῖς λόγοις καὶ νῦν ἀπιστῶ. Ἢν δὲ οὗτος ὁ ἀνὴρ ᾖ ἀληθῶς Ὀδυσσεὺς ταχέως γνωσόμεθα. Τεκμήρια γὰρ τινά ἐστιν ἅ νώ, ἐγώ τε καὶ αὐτός, ἴσμεν.» 3 Ἐν δὲ τούτῳ, Τηλεμάχου καὶ τῆς μητρὸς οὕτως διαλεγομένων, ὁ Ὀδυσσεὺς ἀπελθὼν ἔλαθεν, καὶ ἔπειτα, λουσάμενός τε καὶ νέαν καὶ καλὴν ἐσθῆτα ἀμπεχόμενος, ἐπανῆλθεν. Νῦν γε ἡ Πηνελόπεια ὅσον οὐκ ἐπείσθη. Ἀλλ’ ὁ Ὀδυσσεὺς τὰ τεκμήρια δείξας ἔπεισεν αὐτήν, σαφῶς τὸ πρᾶγμα φαίνων. Τότε δὴ ἐκείνη πρὸς τὸν ἄνδρα ἐπειγομένη ἠσπάζετο αὐτὸν καταφιλοῦσα τὴν κεφαλὴν καὶ τὸ πρόσωπον καὶ δακρύουσα. Ἐπὶ πολὺν χρόνον οὖν οὕτως ἐδάκρυον ὑπὸ χαρᾶς. Τέλος δὲ ἑκάτερος διηγεῖτο πάντα ὅσα ἔπραξεν καὶ ἔπαθεν. Καὶ τοῦ μὲν Ὀδυσσέως οὐ βραχὺς ἦν ὁ λόγος· πολλοὺς γὰρ ἄνδρας καὶ πολλὰ ἔργα ἑοράκει καὶ πολλὰ ἐκεκινδυνεύκει. 4 Ἐκεῖνος οὖν ἐδήλωσε τὸν πρὸς τοὺς Τρῶας πόλεμον καὶ τὸν ξύλινον ἵππον, δι’ οὗπερ οἱ Ἕλληνες τὴν πόλιν ἐξεπολιόρκησαν. Τοῦτον γὰρ ὁ Ὀδυσσεὺς αὐτος ἐξεῦρεν. Καὶ ἐδήλωσε τὰς πορείας καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν, καὶ τοὺς χειμῶνας καὶ τὰς ναυαγίας, καὶ τοὺς ἐχροὺς ὅσοις ἐπέτυχεν, καὶ τοὺς φίλους ὅσοι πολλοὶ εὐηργέτησαν αὐτόν. Ἡ δὲ Πηνελόπεια αὖ διηγήσατο τοὺς πόνους καὶ τὰ κακὰ ὅσα ἔπαθεν, καὶ οἷα οἰ μνηστῆρες ἔπραξαν σφάζοντες τοὺς βοῦς καὶ τὰ πρόβατα καὶ τοῦς ὗς καὶ πίνοντες τὸν οἶνον. Ἔπειτα δέ, νυκτὸς ἐπιγενομένης, καθηῦδον.

26 Achilles and Agamemnon

1 Οἱ Δαναοὶ ἤδη ἐννέα ἔτη πολιορκοῦντες τὴν τῶν Τρώων πόλιν κρατήσειν αὐτῆς ἤμελλον, ἔρις δέ τις ἀνέστη των ἀνάκτων Ἀγαμέμνονός τε καὶ Ἀχιλλέως. Οὗτος μὲν γὰρ ἄριστος ἦν, ἐκεῖνος δὲ στρατηγὸς παντὸς τοῦ στρατοῦ. Ταῦτα δὲ οὕτως ἐγένετο. Νόμος γὰρ ἦν τοῖς τὴν Τροίαν πολιορκοῦσι πέρσαι τάς πόλεις τάς φιλίας οὔσας τοῖς Τρωσίν. Καταλαβόντες δέ ποτε Χρύσην, πόλιν ἱερὰν Ἀπόλλωνι, ἔχοντι ἐν αὐτῇ νεών τε καὶ ἱερέα, ἀφεῖλον ἐνθένδε Χρυσηίδα τὴν τοῦ ἱερέως θυγατέρα. Ἐκείνην δὲ ὡς μέρος τῆς λείας ἔνειμαν τῷ Ἀγαμέμνονι. 2 Ὁ δὲ πατὴρ ταῦτα κακῶς φέρων προσῆλθε πρὸς τὸ τῶν Δαναῶν στρατόπεδον ὡς ἀπαιτήσων τὴν θυγατέρα. Ὁ δὲ Ἀγαμέμνων ἀγανακτήσας ἀπιέναι ἐκέλευσεν, μηδὲ αὖθις κατιέναι μὴ δεινὰ πάθοι· φοβούμενος δὲ ἐκεῖνος ὡς τάχιστα ἀπῆλθε καὶ πορευόμενος παρὰ τὴν τῆς θαλάσσης ἀκτὴν ηὔχετο τῷ Ἀπόλλωνι· ὁ δὲ θεὸς χαλεπῶς φέρων εἴ τις ἀδικεῖ τὸν ἱερέα ἀποκτείνει τοὺς Δαναοὺς τοῖς τοξεύμασιν. Τῇ δὲ δεκάτῃ ἡμέρᾳ Ἀχιλλεῖ ἔδοξεν ἐρωτᾶν τί οὕτω πρὸς τὸν στρατὸν χαλεπαίνει Ἀπόλλων. Κάλχας δέ, μάντις ὢν ἄριστος, τοιάδε ἔλεξεν· «Χαλεπαίνει πρὸς ἡμᾶς ὁ Ἀπόλλων ὑπὲρ τοῦ ἱερέως, ὅς γε δεῦρο προσελθὼν ὡς τὴν θυγατέρα ἀπολυσόμενος ἄπρακτος ἀπιέναι ἠναγκάσθη.» 3 Τότε δὴ ὁ Ἀγαμέμνων πολλῇ ὀργῇ ἐπαναστὰς ἀντεῖπεν, «Κακόμαντις εἶ, οὐδὲ οὐδέποτε περὶ ἐμοῦ ἀγαθὰ προφητεύεις. Νῦν δὲ κελεύεις με ἀποδοῦναι ταύτην τὴν νύμφην· ἐθέλω γε, ἀλλὰ φυλάσσεσθε, ὦ Δαναοί, μὴ ἀπολίπητε ἐμέ, τὸν τοῦ στρατοῦ ἄνακτα, ἄκληρον τῆς λείας.» 4 Ὁ δὲ Ἀχιλλεύς, «Λίαν,» ἔφη, «φιλοκερδεῖς, ἀπόδος τὴν νύμφην, μηδὲ ἐπὶ λόγοις.» 5 Ἀλλ’ ὁ μὲν Αγαμέμνων οὔ φησι ταῦτα ποιήσειν, ὁ δὲ Ἀχιλλεὺς θυμῷ μαινόμενος τὸ ξίφος· μόνον οὐχ εἵλκυσεν, ἡ δὲ Ἀθήνη τῆς τριχὸς αὐτοῦ ἁψαμένη κατέχει. 5 Θαυμάζων δὲ καὶ περιστραφεὶς τὴν θεὸν αὐτὸς μὲν εἶδει, οἱ δὲ ἄλλοι οὐκ εἶδον· ἰδὼν δὲ ἐπαύσατο τῆς ὀργῆς, εὖ εἰδὼς ὅτι δεῖ τοὺς ἀνθρώπους πείθεσθαι τοῖς θεοῖς.

27 Rhesus

1 Τοῖς Τρωσὶ πρὸς τοὺς Ἕλληνας μαχομένοις πολλοὶ ἦσαν οἱ ξύμμαχοι, καὶ ἐν τούτοις ἦσαν οἱ Θρᾷκες, ὧν τῷ βασιλεῖ ὄνομα Ῥῆσος ἦν. Οὗτος οὖν ὁ Ῥῆσος ἵππους τινὰς εἶχε καλλίους καὶ θάσσους πάντων τῶν ἄλλων. Χρησμολόγος δέ τις εἰρήκει ὅτι οἱ Ἕλληνες οὔποτε Τροιάν ἐκπολιορκήσουσιν ἤν ποτε οἱ τοῦ Ῥήσου ἵπποι τοῦ ὕδατος τοῦ ποταμοῦ Ξάνθου πίνωσιν. Διὰ ταῦτα οὖν οἱ μὲν Τρῶες ἔπεισαν τοὺς Θρᾷκας ξυμπολεμεῖν. Οἱ δὲ Ἕλληνες πυθόμενοι ὅσα ὁ χρησμολόγος εἴρηκεν ἐβουλεύοντο ὅπως τοὺς ἵππους φθάσαιεν καταλαβόντες πρὶν αὐτοὺς ἀπὸ τοῦ ποταμοῦ πίνειν. Βουλῆς οὖν τῶν ἡγεμόνων ξυλλεχθείσης ὁ Ἀγαμέμνων, ἄναξ ἀνδρῶν, τοιάδε ἔλεξεν. 2 «Ὦ ἄνδρες καὶ ἥρωες τῶν Ἑλλήνων, τίς δῆτα ἐθέλει παρελθὼν διὰ τοῦ τῶν πολεμίων στρατοπέδου ἀπάγειν τοὺς ταχεῖς ἵππους τῶν Θρᾳκῶν; Μέγας μέν ἐστιν ὁ κίνδυνος, μέγα δὲ τὸ κλέος τῷ εὐτυχοῦντι. Καὶ μεγάλα καὶ πολυτελῆ δῶρα αὐτῷ δώσω ἢν τοὺς ἵππους ἐνθάδε κομίζῃ.» 3 Τότε δὲ ἀντεῖπε Διομήδης ὁ Τυδέως, αὐτὸς δὴ ἐλθὼν πρὸς τὰς τῶν Θρᾳκῶν σκηνὰς ταχέως ἀπάξω τούτους τοὺς ἐνδόξους ἵππους, ἤν γε ἄλλος τις ἀνὴρ ξυμπορεύσηταί μοι. Τοῦ δὲ Ἀγαμέμνονος πεισθέντος εἵλετο Ὀδυσσέα ὡς ὅντα τὸν σοφώτατον πάντων τῳν Ἑλλήνων. Καὶ ὁ Ὀδυσσεὺς ἐχάρη, ἐθέλων καὶ αὐτὸς ξυνκινδυνεύειν τῷ Διομήδει. 4 Νυκτὸς δὲ γενομένης ὁ Διομήδης ὡπλισμένος ἐπορεύετο μετὰ τοῦ Ὀδυσσέως πρὸς τὰς τοῦ Ῥήσου σκηνάς, καὶ εὑρὼν ὅπου κεῖται ὁ Ῥῆσος ἔλαθεν ἐσελθὼν ἐς τὴν σκηνήν. Ἐκεῖ δὲ εἶδον τοὺς ἵππους, καὶ τοὺς τῶν Θρᾳκῶν φρουροὺς καθεύδοντας. Καὶ ὁ μὲν Ὀδυσσεὺς τοὺς ἵππους λάθρᾳ ξυλλαβὼν ἀπήγαγεν ἔξω, καὶ ἔμεινε τὸν φίλον. Διομήδης δὲ λαβὼν τὸ ξίφος ἀπέκτεινε τοὺς Θρᾷκας ὅσοι ἐν τῇ σκηνῇ καθηῦδον. Καὶ Ῥῆσον αὐτὸν τρισκαιδέκατον διαφθείρας ἔφυγεν πρὸς τὰς τῶν Ἑλλήνων ναῦς. Καὶ ὁ Ἀγαμέμνων, αὐτοὺς ἀσφαλεῖς κατελθόντας ἰδών, σφόδρα ἐχάρη.

28 Syracuse

1 Τῶν ἐν Σικελίᾳ πόλεων ἡ μεγίστη Συράκουσαι ἦν. Αὕτη δὲ ἡ πόλις ἐκτίσθη παρὰ τὴν θάλασσαν ὑπὸ τῶν Κορινθίων ἐν λιμένι μακρῷ καὶ καλλίστῳ. Αἵ τε πολλαὶ τῶν ἐν τῇ νήσῳ πόλεων ᾠκίσθησαν ἀφ’ Ἑλλάδος ἄλλαι ἄλλοθεν· καὶ οἱ μὲν Ἐγεσταῖοι ξύμμαχοι ἦσαν τῶν Ἀθηναίων, οἱ δὲ Συρακόσιοι, ὡς εἰκὸς ἦν, τῶν Κορινθίων. Τούτοις οὖν πολέμου καθισταμένου, οἱ μὲν πρέσβεις πρὸς τοὺς Ἀθηναίους, οἱ δὲ πρὸς τοὺς Κορινθίους ἀπέστειλαν ἀξιοῦντας ἐπιβοηθεῖν. Καὶ οἱ Κορίνθιοι ξυλλέξαντες στρατὸν οὐκ ὀλίγον αὑτῶν τε καὶ τῶν ξυμμάχων ἐπεβοήθησαν τοῖς Συρακοσίοις. Τοῖς δὲ Ἀθηναίοις πολλὴ ἀπορία ἦν· ἤδη γὰρ αὐτοῖς πόλεμος ξυνεχὴς ἦν κατ’ οἷκον πρὸς τοὺς Λακεδαιμονίους. 2 Ἀλλ’ οἱ πρέσβεις ἔπεισαν αὐτοὺς ὥστε ξυμπολεμεῖν, ὑπισχνούμενοι πολλὰ χρήματα δώσειν. Οἱ Ἀθηναῖοι οὖν πεισθέντες καὶ ἄπειροι ὄντες τοῦ μεγέθους τῆς νήσου καὶ τοῦ πλήθους τῶν ἐνοικούντων ἐψηφίσαντο πέμψαι στρατείαν. Καὶ ἥδε ἡ στρατεία μεγίστη ἦν πασῶν τῶν προτέρων καὶ ναυσὶ καὶ ὁπλίταις καὶ τῶν ξυμμάχων ἀκοντισταῖς καὶ σφενδονήταις. Ἀπέπλευσαν οὖν οἱ Ἀθηναῖοι ἐπὶ Σικελίαν ἀλλὰ πρῶτον μὲν οὐκ ηὐτύχουν. Καὶ τοῦ ἐπιόντος χειμῶνος μετεπέμψατο Νικίας ὁ στρατηγὸς αὐτῶν ἄλλον στρατὸν καὶ χρήματα ἐπὶ τοῖς ἤδη μεθ’ ἑαυτοῦ. Καὶ οἱ Ἀθηναῖοι, ξυνέλεξαν ὀπλίτας καὶ ναῦς ὡς πλείστους ἐδύναντο καὶ ἔπεμψαν ἐς Σικελίαν. 3 Τὸ δὲ τείχισμα τῶν Συρακουσῶν ἰσχυρὸν ἦν καὶ οὐδαμῶς ἐδύναντο οἱ Ἀθηναῖοι ἐκπολιορκεῖν τὴν πόλιν. Καὶ ἐν πολλαῖς μάχαις καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἐνίκησαν οἱ πολέμιοι, καὶ τέλος τὰς πλείστας τῶν νεῶν των Ἀθηναίων διέφθειραν. Τότε δὴ οἱ Ἀθηναῖοι ἐπορεύοντο ἐς τὴν μεσογείαν, ἀλλ’ οὐδὲ οὕτως διέφευγον. Οἱ γὰρ Συρακόσιοι, διώξαντες καὶ καταλαβόντες αὐτούς, τοὺς μὲν ἀπέκτειναν τοὺς δὲ ἐζώγρησαν. Οὕτως ὅσον οὐ πᾶσαν τὴν στρατείαν διέφθειραν, ὀλίγων μόνον διαφευγόντων. Ἐδούλωσαν τε τοὺς ξυλληφθέντας ἐς ἑπτακισχιλίους, καὶ Νικίαν καὶ Δημοσθένην τοὺς στρατηγοὺς ἀπέσφαξαν.

29 Alcibiades

1 Ἀλκιβιάδης ὁ Κλεινίου πλουσιώτατος μὲν καὶ κάλλιστος ἦν, ἀκόλαστος δὲ καὶ ἀσεβής. Καὶ Σωκράτης ὁ φιλόσοφος, φίλος ὢν τοῦ νεανίου, ἐπαίδευσεν αὐτὸν καὶ πολλάκις ἔπαυσε τῆς ἀκολασίας. Ὁ δὲ Ἀλκιβιάδης, μειράκιον ἔτι ὤν, ἐστρατεύσατο ἐς Ποτίδαιαν ἔχων τὸν Σωκράτη ξύσκηνόν τε καὶ παραστάτην ἐν τῇ μάχῃ. Καὶ τῆς μάχης ἰσχυρᾶς γενομένης καὶ τοῦ Ἀλκιβίαδου τραυματισθέντος, ὁ Σωκράτης ἤμυνε καὶ ἔσωσεν αὐτόν· ὕστερον δὲ ἐν τῇ ἐν Δηλίῳ μάχῃ, τῶν Ἀθηναίων φευγόντων καὶ τοῦ Σωκράτους πεζῇ ἀποχωροῦντος, ὁ Ἀλκιβιάδης ἵππον ἔχων ἔσωσεν αὐτὸν τῶν πολεμίων ἰσχυρῶς ἐπικειμένων. 2 Ἐνῆγε δὲ ὁ Ἀλκιβιάδης προθυμότατα τὴν ἐπὶ Συρακούσας στρατείαν, στρατηγῆσαί τε ἐπιθυμῶν καὶ ἐλπίζων χρήματα καὶ δόξαν φέρεσθαι. Καὶ δὴ πρῶτον μὲν ἐστρατήγει τῆς στρατείας. Ἔπειτα δὲ οἱ Ἀθηναῖοι μετανοήσαντες ἔπεμψαν τὴν Σαλαμινίαν ναῦν ἐς τὴν Σικελίαν ὡς αὐτὸν ἀνοίσουσαν. Οἱ γὰρ ἐχθροὶ οἱ ἐν τῇ πόλει κατηγόρουν αὐτοῦ, λέγοντες ὅτι τὰ πρόσωπα τῶν λιθίνων Ἑρμῶν περιέκοψεν. (Πολλοὶ γὰρ ἦσαν Ἑρμαῖ καὶ ἐν ἰδίοις προθύροις καὶ ἐν ἱεροῖς, καὶ μιᾷ νυκτὶ οἱ πλεῖστοι περιεκόπησαν τὰ πρόσωπα.) Ἐπειδὴ δὲ ἡ Σαλαμινία ἐγένετο ἐν Θουρίοις ὁ Ἀλκιβιάδης ἔφυγεν, καὶ οὐ πολὺ ὕστερον ἐπὶ πλοίου ἐπεραιώθη ἐς Πελοπόννησον· καὶ οἱ Ἀθηναῖοι ἐρήμῃ δίκῃ θάνατον κατέγνωσαν αὐτοῦ. 3 Καὶ ὑπὸ τῶν Λακεδαιμονίων φιλανθρώπως δεδεγμένος καὶ παντοίῳ τρόπῳ τετιμημένος κακῶς ἔπρασσε τοὺς Ἀθηναίους ὅτι μάλιστα ἐδύνατο. Παρεκελεύσατο γὰρ τοῖς Λακεδαιμονίοις, λέγων ὅτι χρὴ ἄλλον τε ἔτι στρατὸν ἐς τήν Σικελίαν ἵνα τοῖς Συρακοσίοις ἐπιβοηθοῖ πέμψαι, καὶ τὸν ἐν Ἑλλάδι πρὸς τοὺς Ἀθηναίους πόλεμον προθυμότερον κινῆσαι, καὶ μάλιστα τειχίσαι Δεκέλειαν τῆς Ἀττικῆς, ὅπερ οἱ Ἀθηναῖοι ἀεὶ ἐφοβοῦντο· βεβαιότατα γὰρ ἄν τινα οὕτως αὐτοὺς βλάπτειν. Οὐκέτι γὰρ τὴν πατρίδα ἐφίλει ἀλλ’ ἑαυτὸν μόνον. Ἐν δὲ τούτῳ τῷ τρόπῳ αἱ Ἀθῆναι πολλὰ κακὰ ὑπὸ τοῦ Ἀλκιβιάδου ἔπαθον καὶ ὅσον οὐ διεφθάρησαν.

30 Philoctetes

1 Τοῦ μεγάλου τῶν Ἑλλήνων πρὸς τοὺς Τρῶας πολέμου καταστάντος, Φιλοκτήτης ὁ Ποίαντος ὥρμησεν ἔχων ἑπτὰ ναῦς, καὶ φέρων τὸ τόξον καὶ τοὺς ὀϊστοὺς τοῦ Ἡρακλέους. Περὶ δὲ τούτων τῶν θαυμαστῶν ὅπλων, ὅπως ἐκτήσατο αὐτά, τοιάδε λέγεται. Ὁ γὰρ Ἡρακλῆς νῦν θανούμενος ἐποιήσατο πυρὰν καὶ ἐκάθιζεν ἐπὶ ταύτην, καὶ ἐκέλευσε τὸν υἱὸν Ὕλλον ἅψαι. Ἐκεῖνος δὲ οὐκ ἤθελεν. Ἐνταῦθα δὲ φοβούμενος μὴ οὐ ταχέως κατακαυθῂ, πολλὴν γὰρ λύπην ἔπασχεν, ὁ Ἠρακλῆς ᾔτησε παρὰ Φιλοκτήτου τὴν πυρὰν ἅψαι, ὑπισχνούμενος δώσειν αὐτῷ τὸ τόξον καὶ τοὺς ὀϊστοὺς τοῦ Ἀπόλλωνος, ἢν ταῦτα ποιήσῃ. Τοῦτο οὖν πράξας ὁ Φιλοκτήτης ἐδέξατο τὰ ὅπλα. 2 Καὶ ὁ στόλος τῶν Ἑλλήνων καθωρμίσθη ἐς τὴν Χρύσην νῆσον ἵνα θύοιεν τῇ ἐκεῖ θεῷ. Καὶ ἐν ᾧ οἱ ἥρωες θύουσιν, ἔχις ἐκ τοῦ βωμοῦ ἐλθὼν τὸν τοῦ Φιλοκτήτου πόδα ἔδακεν. Τότε δὲ μεγάλῃ φωνῇ ἐβόησε δεινῶς, τραυματισθείς. Καὶ οἱ ἄλλοι Ἕλληνες κομίσαντες αὐτὸν πρὸς τὴν Λῆμνον νῆσον πλησίον οὖσαν κατέλιπον ἐνταῦθα, καὶ ἀπέπλευσαν πρὸς Τροίαν. Πολὺν δὲ χρόνον μαχεσάμενοι ἄπρακτοι ἦσαν. Τέλος δὲ ἐν τῷ τοῦ πολέμου δεκάτῳ ἔτει οἱ Ἕλληνες ἐβουλεύσαντο ἐρωτᾶν μάντιν τινὰ ὅπως ἐκπολιορκήσουσι τὴν πόλιν. Ἐκεῖνος οὖν ἀντεῖπεν ὅτι οἱ Ἕλληνες οὔποτε Τροίαν πέρσουσιν ἕως ἂν κομίζωσι τὸν Φιλοκτήτην καὶ τὰ ὅπλα τοῦ Ἡρακλεόυς ἐπὶ τὴν πόλιν. 3 Ταῦτα δὲ μαθόντες εὐθὺς ἔπεμψαν τὸν Ὀδυσσέα καὶ Νεοπτόλεμον τὸν τοῦ Ἀχιλλέως υἱὸν πρὸς Λῆμνον μετὰ τὸν Φιλοκτήτην. Ηὗρον δὲ τὸν Φιλοκτήτην δεῖνα πάσχοντα καὶ μάλιστα ἀγανακτοῦντα ὅτι οἱ Ἕλληνες αὐτὸν ἔνθα λελοίπασιν. Πρῶτον μὲν οὖν οὐκ ἔφη μετ’ αὐτῶν ἱέναι. Ἔπειτα δέ, ἐν ᾧ ὁ δυστυχὴς ἀνὴρ ὅσον οὐκ ἐλιποψύχει διὰ λύπην, ὁ Ὀδυσσεὺς κατέλαβε τὸ τόξον καὶ τοὺς ὀϊστούς. Καὶ ὁ Φιλοκτήτης, φοβούμενος μὴ στερηθῇ τῶν ὅπλων, ἄκων ἕσπετο τοῖς ἄλλοις, καὶ ἐμβὰς ἐπὶ τὴν ναῦν ἀπέπλευσε πρὸς Τροίαν. Ἐκεῖ δὲ ἰαθεὶς τὸν πόδα ἐμαχέσατο πρὸς Πάριν τὸν Πριάμου, καὶ ἀποκτείνας αὐτὸν τοῖς ὀϊστοῖς ἔπαυσε τὸν πόλεμον.

31 Marathon

1 Οἱ Πέρσαι ἤδη ἐπενοοῦντο ἐς τὴν Ἑλλάδα ἐσβαλεῖν ἵνα τοὺς Ἀθηναίους ζημιοῖεν. Οἱ γὰρ Ἀθηναῖοι οὐ πολλῷ πρότερον καταλαβόντες Σάρδεις τὴν τῶν Περσῶν μητρόπολιν κατέκαυσαν αὐτήν. Δαρεῖος οὖν ὁ βασιλεὺς μεγάλην στρατιὰν καὶ ναυτικὴν καὶ πεζὴν ξυλλέξας ἀπέπεμψεν ἐς Ἑλλάδα Δάτιδος καὶ Ἀρταφέρνους στρατηγούντων. Μετὰ δὲ ταῦτα ἀπέπλευσεν Ἱππίας τις πάλαι φυγὰς ἐξ Ἀθηνῶν ὤν, ὃς τιμωρίαν τινὰ ἐπὶ τοῖς πολίταις λαβεῖν ἤθελεν. Οὗτος οὖν ὃ ἀνὴρ ἡγήσατο τῆς στρατιᾶς καὶ ἦγεν τὰς ναῦς πρὸς Εὔβοιαν, νῆσόν τινα μακρὰν τῇ Ἀττικῇ γῇ προσκειμένην. Ἐντεῦθεν οὐ πολλῷ ὕστερον διέβησαν ἐς Μαραθωνα. 2 Ἀκούσαντες δὲ ταῦτα οἱ Ἀθηναῖοι, ξυλλέξαντες μυρίους τῶν ἑαυτῶν ὁπλίτας καὶ χιλίους τῶν Πλαταιέων, οἱ γὰρ Πλαταιεῖς μόνοι τῶν ξυμμάχων αὐτοῖς ἐπεβοήθουν, ἐς Μαραθῶνα ἀφίκοντο. Καὶ Μιλτιάδῃ τῷ ἐν ἐκείνῃ τῇ ἡμέρα ἡγουμένῳ, ἔδοξεν εὐθὺς μάχεσθαι. Τῶν σφαγίων οὖν καλῶν γενομένων, δρόμῳ ἵεντο ἐπὶ τοὺς βαρβάρους. Ἀπέσχον δὲ σταδίους ὀκτὼ τῶν ἐναντίων. Οἱ δὲ Πέρσαι ὁρωντες αὐτοὺς δρόμῳ ἐπιόντας παρεσκευάζοντο ὡς δεξόμενοι. Καὶ σφόδρα ἐθαύμαζον πυνθανόμενοι αὐτοὺς ὀλίγους ὄντας καὶ δρόμῳ ἐπειγομένους, οὕτε ἵππου ὑπαρχούσης αὐτοῖς οὕτε τοξοτῶν. Οἱ δὲ Ἀθηναῖοι, ἐπεὶ ἀθρόοι προσέμιξαν τοῖς βαρβάροις, ἀξίως λόγου ἐμαχέσαντο. 3 Πολὺν δὴ χρόνον ἐμάχοντο, οἱ μὲν γὰρ Πέρσαι τὸ μέσον τοῦ στρατεύματος ἀσθενὲς ὃν ἐνίκων, οἱ δὲ Ἀθηναῖοι καὶ οἱ ξύμμαχοι αὐτῶν καθ’ ἑκάτερον τὸ κέρας ἐνίκων. Καὶ ξυναγαγόντες τὰ κέρατα διέρρηξαν τὸ τῶν βαρβάρων μέσον καὶ ἐς φυγὴν κατέστησαν. Καὶ διώκοντες τοὺς πολεμίους ἐπὶ τὴν θάλασσαν, τῶν νεῶν τὰς μὲν ἅπτουσι τὰς δὲ καταλαμβάνουσιν. Αἱ δὲ πολλαὶ ἀπέπλευσαν ἐπὶ τὰς Ἀθήνας βουλόμεναι φθάνειν τοὺς Ἀθηναίους ἀφικόμεναι ἐς τὴν πόλιν. Οἱ δὲ Ἀθηναῖοι ὡς τάχιστα πορευθέντες ἀφίκοντο ἐς τὴν πόλιν πρὶν τοὺς Πέρσας ἥκειν. Ἐκεῖνοι δὲ εὐθὺς πρὸς τὴν Ἀσίαν ἀπέπλευσαν. Ἐν δὲ τῇ μάχῃ τῶν μὲν Περσῶν ἑξακισχίλιοι καὶ τετρακόσιοι, τῶν δὲ Ἀθηναίων ἑκατὸν καὶ ἐνενήκοντα ἀπέθανον.

32 Salamis

1 Τῷ δὲ δεκάτῳ ἔτει μετὰ τὴν ἐν Μαραθῶνι μάχην, ἄλλη μάχη Μήδων πρὸς Ἀθηναίους ἐγένετο. Ὁ γὰρ Ξέρξης ἐσβαλὼν ἐς τὴν Ἑλλάδα καὶ καταλαβὼν τὰς Ἀθήνας ἐνέπρησε τὴν πόλιν. Οἱ γὰρ Ἀθηναῖοι, αἰσθόμενοι οὐ δυνατοὶ ὅντες τοὺς πολεμίους κατὰ γῆν νικᾶν, ἐς τὰς ναῦς ἐσέβησαν, ἵνα τοῖς Πέρσαις κατὰ θάλασσαν ἀπομάχοιντο. Ταῖς γὰρ ναυσὶν ἤλπιζον αὐτοὶ ἰσχυρότεροι ἔσεσθαι. Οἱ οὖν Ἕλληνες τὸ ναυτικὸν ἐν τῷ Σαλαμῖνος κόλπῳ παρεσκεύασαν ὡς ἐπὶ ναυμαχίαν ξυλλέξαντες ὀγδοήκοντα καὶ τριακοσίας ναῦς, ὧν ὀγδοήκοντα καὶ ἑκατὸν Ἀθηναῖαι ἦσαν. Τοῖς δὲ Πέρσαις οὐκ ἐλάσσους ἢ χίλιαι ἦσαν. 2 Ὁ δὲ Ξέρξης, πολλοὺς γραμματεάς περὶ ἑαυτοῦ ἔχων ἵνα τὰ ὀνόματα τῶν καλῶς καὶ ἀνδρείως μαχομένων γράφοιεν, ἐκαθέζετο ἐπὶ χρυσῷ θρόνῳ ἐπὶ τῷ κρημνῷ τῷ τῆς θαλάσσης ὑπερέχοντι. Τῆς μάχης οὖν γενομένης πρῶτον μὲν οὐδέτεροι κρείσσους ὄντες ἐφαίνοντο. Τέλος δὲ οἱ Πέρσαι ἀνεκρούοντο καί, πολλοὺς νεκροὺς λιπόντες, ἐπὶ τῆς ἠπείρου ἀπέπλευσαν. Τῶν μὲν οὖν Περσικῶν νεῶν διακόσιαι διεφθάρησαν ἢ ὀκείλασαι ἢ τοῖς τῶν Ἑλληνικῶν νεῶν ἐμβόλοις ῥαγεῖσαι. Οἱ δὲ Ἕλληνες τεσσαράκοντα μόνον ἀπώλεσαν καὶ τῶν ἐπιβατῶν οἱ πλεῖστοι νεῖν ἐπιστάμενοι ἐσώθησαν. 3 Τῶν Ἑλλήνων οὖν νικησάντων, ὁ Ξέρξης ἀνεχώρησεν ἐπὶ τὴν ἑαυτοῦ γῆν μετὰ του πλείστου του στρατεύματος. Καὶ κατὰ τὴν ὁδὸν πολλοὶ λιμῷ τε καὶ νόσῳ ἀπέθανον. Τὸ δὲ ναυτικὸν οἴκαδε ἀπέπλευσεν, καί, πρὸς τὸν Ἑλλήσποντον ἐπειγόμενον, ἔμεινεν ἐκεῖ τὸ πεζόν. Τούτους δὲ ἀφικομένους μετὰ πολὺν χρόνον διεβίβασεν ὁ Ξέρξης ταῖς ναυσὶν ἐς Ἄβυδον, καὶ ἔνθεν ἐς Σάρδεις ἐπανῆλθεν. Ὁ δὲ Ξέρξης κατέλιπε Μαρδόνιον ἔχοντα τριάκοντα μυριάδας στρατιωτῶν ὥστε τὴν Ἀττικὴν γῆν δῃοῦν. Τοῦτο μὲν δὴ ἐποίησε καὶ τὴν πόλιν αὐτὴν πάλιν κατέλαβεν, διαφθείρων τὰς οἰκίας καὶ τὰ ἱερὰ ὅσα ἐν τῷ προτέρῳ ἔτει μὴ διεφθάρη.



This work is licensed under a Creative Commons Attribution-ShareAlike 4.0 International License.

The source is available at https://github.com/FergusJPWalsh/Beresford.