How Games were Invented by the Lydians to relieve their Distress in time of Famine

001 Φασὶν οἱ Λυδοὶ τὰς παιγνίας τὰς νῦν σφίσι τε καὶ Ἕλλησι καθεστώσας ἑαυτῶν ἐξεύρημα γενέσθαι, ὧδε περὶ αὐτῶν λέγοντες· Ἐπι Ἄτυος τοῦ Μάνεω βασιλέως στιοδεία ἰσχυρὰ ἀνὰ τὴν Λυδίαν πᾶσαν ἐγένετο, καὶ οἱ Λυδοὶ τέως μὲν διῆγον λιπαροῦντες, μετὰ δὲ, ὡς οὐκ ἐπαύετο, ἄκη ἐζήτουν, ἄλλος δὲ ἄλλο ἐπεμηχανᾶτο. Ἐποίουν δὲ ὧδε, πρὸς τὸν λιμὸν ἐξευρόντες τὰς παιγνιάς· τὴν μὲν ἑτέραν τῶν ἡμερῶν ἔπαιζον πᾶσαν, ἵνα δὴ μὴ ζητοῖεν σιτία, τὴν δὲ ἑτέραν ἐσιτοῦντο, παυόμενοι τῶν παιγνιῶν. Τοιούτῳ τρόπῳ διῆγον ἐπ’ ἔτη δυοῖν δέοντα εἴκοσιω.

How to discover the Oldest Race upon Earth

001 Οἱ Αἰγύπτιοι, πρὶν μὲν ἢ Ψαμμήτιχον σφῶν βασιλεῦσαι, ἐνόμιζον ἑαυτοὺς πρώτους γενέσθαι πάντων ἀνθρώπων· ἐπειδὴ δὲ Ψαμμήτιχος βασιλεύσας ἠθέλησεν εἰδέναι οἵτινες γένοιντο πρῶτοι, ἀπὸ τούτου (χρόνου) νοµίζουσι Φρύγας προτέρους γενέσθαι ἑαυτῶν, τῶν δὲ ἄλλων ἑαυτούς. Ψαμμήτιχος δὲ ὡς οὐκ ἐδύνατο πυνθανόµενος πόρον οὐδένα τούτου ἀνευρεῖν, οἳ γένοιντο πρῶτοι ἀνθρώπων, ἐπιτεχνᾶται τοιόνδε· Παιδία δύο νεογνὰ ἀνθρώπων τῶν ἐπιτυχόντων δίδωσι ποιµένι τρέφειν, ἐντειλάμενος µηδένα ἀντίον αὐτῶν µηδεµίαν φωνὴν ἱέναι, ἐν στέγῃ δὲ ἐρήμῃ ἐφ᾽ ἑαυτῶν κεῖσθαι αὐτά, καὶ ἐν ὥρᾳ τὸν ποιμένα ἐπάγειν σφι αἴγας, πλήσαντα δὲ τοῦ γάλακτος τἄλλα διαπράττεσθαι. Ταῦτα δ’ ἐποίει τε καὶ ἐνετέλλετο ὁ Ψαμμήτιχος, ἐθέλων ἀκοῦσαι ἤντινα φωνὴν ῥήξουσι πρώτην οἱ παῖδες, ἀπαλλαχθέντων τῶν ἀσήμων κνυζημάτων. Ἅπερ οὖν καὶ ἐγένετο· ὡς γὰρ διέτης χρόνος ἐγεγόνει, τῷ ποιμένι ἀνοίγοντι τὴν θύραν καὶ ἐσιόντι τὰ παιδία ἀμφότερα προσπίπτοντα Βεκὸς ἐφώνουν, ὀρέγοντα τὰς χεῖρας. 002 Τὰ μὲν δὴ πρῶτα ἀκούσας ἥσυχος ἦν ὁ ποιµήν· ὡς δὲ πολλάκις φοιτῶντι αὐτῷ καὶ ἐπιμελομένῳ πολὺ ἦν τοῦτο τὸ ἔπος, οὕτω δὴ σηµήνας τῷ δεσπότῃ ἤγαγε τὰ παιδία ἐς ὄψιν τὴν ἐκείνου. Ἀκούσας δὲ καὶ αὐτὸς ὁ Ψαμµήτιχος ἐπυνθάνετο οἵτινες ἀνθρώπων βεκός τι καλοῦσι· πυνθανόµενος δὲ ηὗρισκε Φρύγας καλοῦντας τὸν ἄρτον. Οὕτω συνεχώρησαν Αἰγύπτιοι, τοιούτῳ σταθµησάµενοι πράγματι, τοὺς Φρύγας πρεσβυτέρους εἶναι ἑαυτῶν.

Crocodiles worshipped in part of Egypt. Curious Device for their Capture elsewhere.

001 Τοῖς μὲν δὴ τῶν Αἰγυπτίων ἱεροί εἰσιν οἱ κροκόδειλοι, τοῖς δ’ οὒ, ἀλλ’ ἅτε πολεµίους περιέπουσι. Οἱ δὲ περί τε Θήβας καὶ τὴν Μοίρεως λίμνην οἰκοῦντες καὶ κάρτα ἡγοῦνται αὐτοὺς εἶναι ἱερούς. Ἕνα δὲ ἑκάτεροι τρέφουσι κροκόδειλον, δεδιδαγµένον εἶναι χειροήθη· ἀρτήματα δὲ ἐς τὰ ὦτα ἐνθέντες καὶ ἀμφιδέας περὶ τοὺς προσθίους πόδας, καὶ σιτία ἀποτακτά διδόντες καὶ ἱερεῖα, περιέπουσιν ὡς κάλλιστα ζῶντας· ἀποθανόντας δὲ ταριχεύοντες θάπτουσιν ἐν ἱεραῖς θήκαις. 002 Οἱ δὲ περὶ Ἐλεφαντίνην πόλιν οἰκοῦντες καὶ ἐσθίουσιν αὐτοὺς, οὐχ ἡγούμενοι ἱεροὺς εἶναι. Ἄγραι δὲ αὐτῶν πολλαὶ καθεστήκασι καὶ παντοῖαι· ἥ δ’ ἐμοί γε δοκεῖ ἀξιωτάτη ἀφηγήσεως εἶναι ταύτην γράφω· Ἐπειδὰν νῶτον ὑὸς δελεάσῃ τις περὶ ἄγκιστρον, µεθίει ἐς μέσον τὸν ποταµόν· αὐτὸς δὲ ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ ἔχων δέλφακα ζωὴν, ταύτην τύπτει. Ἐπακούσας δὲ τῆς φωνῆς ὁ κροκόδειλος ἵεται κατὰ τὴν φωνήν· ἐντυχὼν δὲ τῷ νώτῳ καταπίνει, οἱ δὲ ἕλκουι. Ἐπειδὰν δὲ ἐξελκυσθῇ ἐς γῆν, πρῶτον ἁπάντων ὁ θηρευτὴς πηλῷ κατέπλασεν αὐτοῦ τοὺς ὀφθαλμούς· τούτο δὲ ποιήσας κάρτα εὐπετῶς τὰ λοιπὰ χειροῦται· μὴ ποιήσας δὲ σὺν πόνῳ.

The Story of Mycerinus

How Mycerinus who governed the Egyptians justly after they had been grievously oppressed by his predecessors was fated to die in six years’ time—and how, by turning night into day, he contrived to live twelve years in six.

001 Μυκερίνῳ τὰ μὲν τοῦ πατρὸς ἔργα ἀφήνδανε· ὁ δὲ τά τε ἱερὰ ἀνέῳξε, καὶ τὸν λεὼν, τετρυµένον ἐς τὸ ἔσχατον κακοῦ, ἀνῆκε πρὸς ἔργα τε καὶ θυσίας· δικὰς δὲ αὐτοῖς πάντων βασίλεων δικαιοτάτας ἔκρινεν. Ὄντι δὲ ἠπίῳ τῷ Μυκερίνῳ κατὰ τοὺς πολίτας καὶ ταῦτα ἐπιτηδεύοντι πρῶτον κακῶν ἦρξεν ἡ θυγατὴρ ἀποθανοῦσα, ἥ µόνον οἱ ἦν ἐν τοῖς οἰκίοις τέκνον. Μετὰ δὲ τὸ τῆς θυγατρὸς πάθος, δεύτερα τούτῳ τῷ βασιλεῖ τάδε ἐγένετο· Ἦλθέν οἱ μαντεῖον ἐκ Βουτοῦς πόλεως, ὡς μέλλοι ἕξ ἔτη µόνον βιούς τῷ ἑβδόμῳ τελευτήσειν. Ὁ δὲ δεινὸν ποιησάµενος ἔπεμψεν ἐς τὸ μαντεῖον τῷ θεῷ ὀνείδισμα, ἀντιμεμφόμενος τάδε· “Ὁ μὲν πατὴρ ἐμοῦ καὶ πάτρως, ἀποκλείσαντες τὰ ἱερὰ, καὶ θεῶν οὐ μεμνήμένοι ἀλλὰ καὶ τοὺς ἀνθρώπους φθείροντες, ἔβιωσαν ἐπὶ πολὺν χρόνον· ἐγὼ δ’ εὐσεβὴς ὢν μέλλω ταχέως οὕτω τελευτήσειν.” 002 Ἐκ δὲ τοῦ χρηστηρίου τούτου αὐτῷ δεύτερον ἦλθε λέγον “Τούτων ἕνεκα καὶ συνταχύνει σοι ὁ βίος· οὐ γὰρ πεποίηκας ὁ χρεὼν ἦν ποιεῖν. Δεῖ γὰρ Αἴγυπτον κακοῦσθαι ἐπ’ ἔτη πεντήκοντά τε καὶ ἑκατόν· καὶ οἱ μὲν δύο βασιλεῖς, οἱ πρὸ σοῦ γενόμενοι, ἔμαθον τοῦτο, σὺ δὲ οὔ.” 003 Ταῦτα ἀκούσας ὁ Μυκερῖνος, ὡς κατακεκριµένων ᾖδη οἱ τούτων, λύχνα ποιησάµενος πολλὰ, ἀνάψας αὐτὰ ὅπως γίγνοιτο νὺξ, ἔπινέ τε καὶ ηὐπάθει οὔθ’ ἡμέρας οὔτε νυκτὸς ἀνιείς, ἔς τε τὰ ἕλη καὶ τὰ ἄλση πλανώµενος, καὶ ἵνα γῆς πυνθάνοιτο εἶναι ἐνηβητήρια ἐπιτηδειότατα. Ταῦτα δὲ ἐμηχανᾶτο ἐθέλων τὸ μαντεῖον ψευδόµενον ἀποδεῖξαι, ἵνα οἱ δώδεκα ἔτη ἀντὶ ἓξ ἐτῶν γένοιτο, τῶν νυκτῶν ἡμερῶν ποιουµένων.

Stories of Amasis, who usurped the Throne of Egypt.

How, in spite of his low birth, he induced his subjects to respect him.

001 Ἀπρίου δὲ καθῃρημένου ἐβασίλευσεν Ἄμασις. Τὰ μὲν δὴ πρῶτα κατώνοντο τὸν Ἄμασιν Αἰγύπτιοι καὶ ἐν οὐδεμίᾳ µοίρᾳ µεγάλῃ ἦγον, ἅτε δὴ δηµότην τὸ πρὶν ὄντα καὶ οἰκίας οὐκ ἐπιφανοῦς· μετὰ δὲ σοφίᾳ αὐτοὺς ὁ Ἄμασις οὐκ ἀγνωμοσύνῃ προσηγάγετο. Ἦν αὐτῷ ἄλλα τε ἀγαθὰ µυρία καὶ ποδανιπτὴρ χρύσους ἐν ᾧ αὐτός τε ὁ Ἄμασις καὶ οἱ δαιτυµόνες πάντες τούς πόδας ἑκάστοτε ἐναπενίζοντο. Τοῦτον οὖν κατακόψας ἄγαλμα δαίµονος ἐξ αὐτοῦ ἐποιήσατο, καὶ ἵδρυσεν ὅπου ἦν ἐπιτηδειότατον· οἱ δὲ Αἰγύπτιοι φοιτῶντες πρὸς τὸ ἄγαλμα ἐσέβοντο µεγάλως. 002 Μαθὼν δὲ ὁ Ἄμασις, συγκαλέσας Αἰγυπτίους ἐξέφηνε φὰς ἐκ τοῦ ποδανιπτῆρος τὸ ἄγαλμα γεγονέναι, ἐς ὃν πρότερον μὲν οἱ Αἰγύπτιοι ἐνεμοῖέν τε καὶ πόδας ἐναπονίζοιντο, τότε δὲ µεγάλως σέβοιντο. Ἤδη οὖν, ἔφη λέγων, ὁμοίως αὐτὸς τῷ ποδανιπτῆρι πεπραγέναι· εἰ γὰρ πρότερον εἴη δηµότης, ὅμως ἐν τῷ παρόντι εἶναι αὐτῶν βασιλεύς· καὶ τιμᾶν τε καὶ προμηθεῖσθαι ἑαυτοῦ ἐκέλευε.

How he justified his relaxation

001 Τοιούτῳ μὲν τρόπῳ προσηγάγετο τοὺς Αἰγυπτίους ὥστε δικαιοῦν δουλεύειν. Ἐχρῆτο δὲ καταστάσει πραγµάτων τοιᾷδε· τὸ μὲν ὄρθριον, µέχρι πληθούσης ἀγορᾶς, προθύµως ἔπραττε τὰ προσφερόµενα πράγματα· τὸ δὲ ἀπὸ τοῦδε ἔπινέ τε καὶ κατέσκωπτε τοὺς συµπότας καὶ ἦν µάταιός τε καὶ παιγνιήµων. 002 Ἀχθεσθέντες δὲ τούτοις οἱ φίλοι αὐτοῦ, ἐνουθέτουν αὐτὸν, τοιάδε λέγοντες· “Ὦ βασιλεῦ, οὐκ ὀρθῶς σεαυτοῦ προύστηκας, ἐς τὸ ἄγαν φλαῦρον προάγων σεαυτόν. Σὲ γὰρ χρῆν ἐν θρόνῳ σεμνῷ σεμνὸν θακοῦντα δι’ ἡμερᾶς πράσσειν τὰ πράγματα· καὶ οὕτως Αἰγύπτιοί τ’ ἂν ἠπίσταντο ὡς ὑπ᾽ ἀνδρὸς μεγάλου ἄρχονται, καὶ ἄμεινον σὺ ἂν ἤκουες· νῦν δὲ ποιεῖς οὐδαμῶς βασιλικά.” 003 Ὁ δὲ ἡμείβετο τοῖσδε αὐτούς· “Οἱ τὰ τόξα κεκτηµένοι ἐπὰν μὲν δέωνται χρῆσθαι ἐντείνουσιν· ἐπὰν δὲ χρήσωνται, ἐκλύουσιν· εἰ γὰρ δὴ τὸν πάντα χρόνον ἐντεταμένα εἴη, ἐκραγείη ἂν, ὥστε ἐς τὸ δέον οὐκ ἂν ἔχοιεν αὐτοῖς χρῆσθαι. Οὕτω δὴ καὶ ἀνθρώπου κατάστασις· εἰ ἐθέλοι κατεσπουδάσθαι ἀεὶ μηδὲ ἐς παιγνίαν τὸ μερος ἑαυτὸν ἀνιέναι, λάθοι ἂν ἤτοι μανεὶς ἢ ἀπόπληκτος γενόμενος· ἃ ἐγὼ ἐπιστάμενος µέρος ἑκατέρῳ νέµω.”

Former spendthrift and dishonest habits of Amasis. His unexpected treatment, after his accession to the throne of the oracular shrines which had encouraged his practices.

001 Λέγεται δὲ ὁ Ἄμασις, καὶ ὅτε ἦν ἰδιώτης, φιλοπότης εἶναι καὶ φιλοσκώμµων καὶ οὐδαμῶς κατεσπουδασµένος ἀνήρ· ὅπως δέ αὐτὸν πίνοντά τε καὶ εὐπαθοῦντα ἐπιλείποι τὰ ἐπιτήδεια, ἔκλεπτεν ἂν περιϊών. Οἱ δὲ φάμενοι αὐτὸν ἔχειν τὰ σφέτερα χρήματα ἀρνούμενον ἦγον ἂν ἐπὶ μαντεῖον ὅπου ἑκάστοι εἴη. Πολλάκις μὲν δὴ καὶ ἡλίσκετο ὑπὸ τῶν µαντείων, πολλάκις δὲ καὶ ἀπέφευγεν. 002 Ἐπεὶ δὲ καὶ ἐβασίλευσεν, ἐποίησε τοιάδε· Ὅσοι μὲν αὐτὸν τῶν θεῶν ἀπέλυσαν μὴ φῶρα εἶναι, τούτων μὲν τῶν ἱερῶν οὔτε ἐπεμέλετο οὔτε ἐς ἐπισκευὴν ἐδίδου οὐδέν· οὐδὲ φοιτῶν ἔθυεν αὐτοῖς ὡς οὐδενὸς οὖσιν ἀξίοις, ψευδῆ δὲ μαντεῖα κεκτηµένοις· ὅσοι δὲ αὐτὸν κατέδησαν φῶρα εἶναι, τούτων, ὡς ἀληθῶς θεῶν ὄντων καὶ ἀψευδῆ μαντεῖα παρεχοµένων, τὰ µάλιστα ἐπεμέλετο.

How Arion the Lyric Poet was saved from Pirates by a Dolphin.

001 Ἀρίων ὁ κιθαρῳδὸς, τὸν πολὺν τοῦ χρόνου διατρίβων παρὰ Περιάνδρῷ τῷ Κορίνθου τυράννῳ, ἐπεθύμησε πλεῦσαι ἐς Ἰπαλίαν τε καὶ Σικελίαν. Ἐργασάμενος δὲ χρήματα μεγάλα, ἠθέλησεν ὀπίσω ἐς Κόρινθον ἀφικέσθαι. Ὡρμᾶτο μέν νυν ἐκ Τάραντος, πιστεύων δὲ οὐδαμοῖς μᾶλλον ἢ Κορινθίοις, ἐμισθώσατο πλοῖον ἀνδρῶν Κορινθίων. Οἱ δὲ ἐν τῷ πελάγει ἐπεβούλενον, τὸν Ἀρίονα ἐκβαλόντες ἔχειν τὰ χρήματα. Ὁ δὲ, συνεὶς τοῦτο, ἑλίσσετο, χρήματα μὲν σφι προϊεὶς, ψυχὴν δὲ παραιτούµενος. Οὔκουν δὴ ἔπειθεν ἀλλ’ ἐκέλευον αὐτὸν οἱ πορθμεῖς ἢ διαχρῆσθαι ἑαυτόν, ὡς ταφῆς ἐν γῇ τύχοι, ἢ ἐκπηδᾶν ἐς τὴν θάλασσαν τὴν ταχίστην. Ἀπειληθεὶς δὲ ὁ Ἀρίων ἐς ἀπορίαν, παρῃτήσατο αὐτοὺς περιϊδεῖν αὐτὸν ἐν τῇ σκευῇ πάσῇ στάντα ἐν τοῦ ἑδωλίοις ἀεῖσαι· ἀείσας δὲ ὑπεδέχετο ἑαυτὸν κατεργάσεσθαι. 002 Ὁἱ δὲ, ἐσῆλθε γὰρ αὐτοῖς ἡδονή εἰ μέλλοιεν ἀκούσεσθαι τοῦ ἀρίστου ἀνθρώπων ἀοιδοῦ, ἀνεχώρησαν ἐκ τῆς πρύµνης ἐς µέσην ναῦν. Ὁ δὲ, ἐνδύς τε πᾶσαν τὴν σκευὴν καὶ λαβῶν τὴν κιθάραν, στὰς ἐν τοῖς ἑδωλίοις διεξῆλθε νόµον τὸν ὄρθιον· τελευτῶντος δὲ τοῦ νόµου ἔρριψεν ἐς τὴν θάλασσαν ἑαυτὸν ὡς εἶχε σὺν τῇ σκευῇ πάσῃ. 003 Καὶ οἱ μὲν ἀπέπλεον ἐς Κόρινθον· τὸν δὲ Ἀρίονα δελφὶς, ὡς λέγουσι, ὑπολαβών ἐξήνεγκεν ἐπὶ Ταίναρον. Ἀποβὰς δὲ ἐχώρει ἐν Κόρινθον σῦν τῇ σκευῇ, καὶ ἀφικόμενος ἀφηγεῖτο πᾶν τὸ γεγονός, Περίανδρος δὲ ὑπὸ ἀπιστίας Ἀρίονα μὲν ἐν φυλακῇ εἶχεν, οὐδαμῆ µεθιείς, ἀνακῶς δὲ εἶχε τῶν πορθμῶν. Ὡς δὲ ἄρα παρῆσαν, κληθέντας αὐτοὺς ἤρετο εἴ τι λέγοιεν περὶ Ἀρίονος. Φαμένων δὲ ἐκείνων ὡς εἴη τε σῶς περὶ Ἰταλίαν καὶ λίποιεν εὖ πράττοντα ἐν Τάραντι, ἐπεφάνη σφι ὁ Ἀρίων, ὥσπερ ἔχων ἐξεπήδησε. Καὶ οἳ ἐκπλαγέντες οὐκ εἶχον ἔτι ἐλεγχόμενοι ἀρνεῖσθαι.

Story of Euenius.

He neglects the sacred sheep of Apollonia, and is punished with blindness by his fellow-citizens.

001 Ἔστιν ἐν τῇ Ἀπολλωνίᾳ ἱερὰ ἡλίου πρόβατα, ἃ τὰς μὲν ἡμέρας βόσκεται παρὰ ποταµόν τινα, τὰς δὲ νύκτας, ᾑρημένοι ἄνδρες, οἱ πλούτῳ τε καὶ γένει δοκιµώτατοι τῶν ἀστῶν, φυλάσσουσιν ἐνιαυτὸν ἕκαστος· περὶ πολλοῦ γὰρ δὴ ποιοῦνται οἱ Ἀπολλωνιῆται τὰ πρόβατα ταῦτα ἐκ θεοπροπίου τινός· ἐν δὲ ἄντρῳ αὐλίζονται ἀπὸ τῆς πόλεως ἑκάς. Ἔνθα δὴ τότε ὁ Ἐὐήνιος οὗτος ᾑρημένος ἐφύλασσε. 002 Καί ποτε αὐτοῦ κατακοιµηθέντος, λύκοι ἐς τὸ ἄντρον ἐσελθόντες διέφθεραν τῶν προβάτων ὡς ἑξήκοντα. Ὁ δὲ ὡς ᾔσθετο εἶχε σιγῇ καὶ ἔφραζεν οὐδενί, ἐν νῷ ἔχων ἀντικαταστήσειν ἄλλα πριάµενος. Οἱ δὲ Ἀπολλωνιᾶται ὡς ἐπύθοντο, οὐ γὰρ ἔλαθεν αὐτούς ταῦτα γενόµενα, ὑπαγαγόντες αὐτὸν ὑπὸ δικαστήριον κατέκριναν τῆς ὄψεως στερηθῆναι.

The gods declare that the punishment is excessive, and that Euenius must be given whatever compensation he chooses to claim.

001 Ἐπεὶ δὲ τὸν Εὐήνιον ἐξετύφλωσαν, αὐτίκα μετὰ ταῦτα οὔτε πρόβατά σφι ἔτικτεν, οὔτε γῆ ἔφερεν ὁμοίως καρπόν. Ἐπερωτωμένοις δὲ αὐτοῖς ἓν τε Δωδώνῃ καὶ ἐν Δελφοῖσι τὸ αἴτιον τοῦ παρόντος κακοῦ, τοιάδε ἔφραζον οἱ θεοί· “Ἀδίκως τὸν φύλακα τῶν ἱερῶν προβάτων Εὐήνιον τῆς ὄψεως ἐστερήσατε· ἡμεῖς γὰρ ἐφωρμήσαμεν τοὺς λύκους, οὐ πρότερόν τε παυσόµεθα τιμωροῦντες ἐκείνῳ πρὶν ἂν δίκας δῶτε ἃς ἂν αὐτὸς ἔληται καὶ δικαιοῖ· τούτων δὲ τελουµένων αὐτοὶ δώσοµεν Εὐηνίῳ δόσιν τοιαύτην ἣν ἔχοντα πολλοί ἀνθρώπων μακαριοῦσιν αὐτόν.”

The Apolloniates beguile Euenius into making only a moderate demand. The gods bestow in addition the gift of prophecy.

001 Οἱ δὲ Ἀπολλωνιᾶται ἀπόρρητα ποιησάµενοι τὰ χρηστήρια ταῦτα, προὔθεσαν ἀστοῖσί τισι διαπρᾶξαι· οἱ δέ σφι διέπραξαν ὧδε· Καθημένου Εὐηνίου ἐν θάκῳ, ἐλθόντες παρίζοντο αὐτῷ, καὶ λόγους ἄλλους ἐποιοῦντο ἐς ὃ κατέβαινον συλλυπούµενοι τῷ πάθει. Ταυτῇ δὲ ὑπάγοντες ἠρώτων τίνα δίκην ἂν ἕλοιτο, εἰ ἐθέλοιεν Ἀπολλωνιᾶται δίκας ὑποστῆναι δώσειν τῶν ποιηθέντων. Ὁ δὲ οὐκ ἀκηκοὼς τὸ θεοπρόπιον εἵλετο, εἰπὼν ὅτι εἰ δοθεῖεν αὐτῷ ἀγροί τινες καλλίστοι ὄντες τῶν ἐν τῇ Ἀπολλωνίᾳ, καὶ οἴκησις πρὸς τούτοις, ἣν ᾖδει καλλίστην οὔσαν τῶν ἐν πόλει, τὸ λοίπον ἀμήνιτος ἂν εἴη, καὶ αὕτη ἡ δίκη ἂν ἀποχρείη. Καὶ ὁ μὲν ταῦτα ἔλεγεν, οἱ δὲ πάρεδροι εἶπον ὑπολαβόντες “Εὐήνιε, ταύτην τὴν δίκην Ἀπολλωνιᾶται τῆς ἐκτυφλώσεως ἐκτίνουσι κατὰ θεοπρόπια τὰ γενόμενα.” 002 Ὁ μὲν δὴ πρὸς ταῦτα δεινὰ ἐποιεῖτο, ἐντεῦθεν πυθόµενος τὸν πάντα λόγον, ὡς ἐξαπατηθείς· οἱ δὲ διδόασιν αὐτῷ ἃ εἵλετο. Καὶ μετὰ ταῦτα αὐτίκα ἔμφυτον μαντικὴν εἶχεν ὥστε καὶ ὀνομαστὸς γενέσθαι.

Story of Cyrus the Great, King of Persia.

000 The Medes and the Perians were two kindred races, and up to the time of Cyrus the Medes had the upperhand. They had also extended their empire over a considerable part of Asia. Cyrus, though his mother Mandane was a Median princess, was born of a Persian father, Cambyses by name; and we read in this story how he rebelled against his grandfather Astyages, the Median king, and finally established the supremacy of the Persians over the Medes. He subsequently extended the empire of the Persians and Medes enormously, and the career of conquest was continued by his successors until it was effectually checked by the Greeks in the great Persian wars.

Infancy of Cyrus

Astyages, king of the Medes, in consequence of a vision determines to destroy his daughter’s new-born son Cyrus. He orders Harpagus to put the child to death.

001 Οἱ τῶν Μάγων ὀνειροπόλοι ἐσήμαινον τῷ Ἀστυάγει ἐξ ὄψεώς τινος ὅτι μέλλοι ὁ τῆς θυγατρὸς αὐτοῦ γόνος βασιλεύσειν ἀντὶ ἐκεινοῦ. Ταῦτα δὴ οὖν φυλασσόμενος ὁ Ἀστυάγης, ὡς ἐγένετο ὁ Κῦρος, καλέσας τὸν Ἅρπαγον, ἄνδρα οἰκεῖον καὶ πιστότατον τῶν Μήδων καὶ πάντων τῶν ἑαυτοῦ ἐπίτροπον, ἔλεγέν οἱ τοιάδε “Ἅρπαγε, πρᾶγμα ὃ ἂν προσθῶ, μηδαμῶς παραχρήσῃ. Λάβε τὸν Μανδάνης παῖδα, φέρων δὲ ἐς σεαυτοῦ ἀπόκτεινον· μετὰ δὲ θάψον ὅτῳ ἂν τρόπῳ αὐτὸς βούλῃ.” Ὁ δὲ ἀμείβεται “Ὦ βασιλεῦ, εἰ τοι φίλον τοῦτο οὕτω γίγνεσθαι, χρὴ δὴ τό γ’ ἐμὸν ὑπηρετεῖσθαι ἐπιτηδείως.” 001 Τούτοις ἀμειψάμενος ὁ Ἅρπαγος, ὡς αὐτῷ παρεδόθη τὸ παιδίον, ᾔει κλάων ἐς τὰ οἰκία. Παρελθὼν δὲ ἔφραζε τῇ ἑαυτοῦ γυναικὶ τὸν πάντα ὑπ’ Αστυάγους ῥηθέντα λόγον. Ἡ δὲ πρὸς αὐτὸν λέγει· “Νῦν οὖν τί σοι ἐν νῷ ἐστὶ ποιεν;” Ὁ δὲ ἀμείβεται· “Οὐχ ᾗ ἐνετέλλετο Ἀστυάγης· οὐδ’ εἰ παραφρονήσει τε καὶ μανεῖται κάκιον ἢ νῦν μαίνεται, οὐκ ἔγωγε προσθήσοµαι τῇ γνώμῃ αὐτοῦ, οὐδ’ ἐς φόνον τοιοῦτον ὑπηρετήσω. Πολλῶν δὲ ἕνεκα οὐ φονεύσω τὸ παίδιον· καὶ ὅτι αὐτῷ µοι συγγενές ἐστι, καὶ ὅτι Ἀστυάγης μέν ἐστι γέρων, καὶ ἄπαις ἄρσενος γόνου. Εἰ δὲ µελλήσει ἡ τύραννις, τούτου τελευτήσαντος, ἐς τὴν θυγατέρα ταύτην ἀναβήσεσθαι, ἧς νῦν τὸν υἱὸν κτείνει Ἀστυάγης δι’ ἐμοῦ, λείπεται τὸ ἐντεῦθεν ἐμοὶ κινδύνων ὁ μέγιστος· ἀλλὰ τῆς μὲν ἀσφαλείας ἕνεκα ἐμοὶ δεῖ τοῦτον τὸν παῖδα τελευτᾶν· δεῖ μέντοι τινὰ τῶν Ἀστυάγους φονέα αὐτοῦ γενέσθαι, καὶ μὴ τῶν ἐμῶν.”

Harpagus transfers the task of slaying the child to one of Astyages’ own herdsmen.

001 Ταῦτα εἶτε καὶ αὐτίκα ἄγγελον ἔπεμπεν ἐπὶ βουκόλον τινὰ τῶν Ἀστυάγους, ὃν ἠπίστατο νοµάς τε ἐπιτηδειοτάτας νέµοντα καὶ ὄρη θηριωδέστατα, ᾧ ὄνομα ἦν Μιτραδάτης. Ἐπεὶ οὖν ὁ βουκόλος σπουδῇ πολλῄ ἀφίκετο καλούμενος, ἔλεγεν ὁ Ἅρπαγος τάδε· “Κελεύει σε Ἀστυάγης τὸ παιδίον τοῦτο λαβόντα θεῖναι ἐν τὸ ἐρημότατον τῶν ὀρῶν, ὅπως ἂν τάχιστα διαφθαρείη. Καὶ τάδε τοι ἐκέλευσεν εἰπεῖν, ὅτι, ἐὰν μὴ ἀποκτείνῃς αὐτὸ, ἀλλά τινι τρόπῳ περιποιήσῃς, ὀλέθρῳ τῷ κακίστῳ σε διαχρήσεται· ἐφορᾶν δὲ ἐκκείμενον τέταγµαι ἐγώ.” 002 The herdsman returns home with the child and relates the story to his wife. 003 Ταῦτα ἀκούσας ὁ βουκόλος καὶ ἀναλαβὼν τὸ παιδίον ᾔει τὴν αὐτὴν ὁδὸν ὀπίσω, καὶ ἀφικνεῖται ἐς τὴν ἔπαυλιν. Τούτῳ δ’ ἄρα καὶ αὐτῷ ἡ γυνὴ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παῖδα ἔτεκεν. Ἐπεὶ δὲ ἀπενόστησεν δ’ βουκόλος, ἡ γυνὴ ἤρετο εὐθὺς ὅ τι οὕτω προθύµως Ἅρπαγος αὐτὸν µεταπέμψαιτο. Ὁ δὲ εἶπεν· “Ὦ γύναι, εἶδόν τε ἐς πόλιν ἐλθὼν καὶ ἤκουσα ὃ μὴ ἰδεῖν ὤφελον. Οἶκος μὲν πᾶς Ἁρπάγου κλαυθμῷ κατείχετο· ἐγὼ δὲ ἐκπλαγεὶς ᾖα ἔσω. Ὡς δὲ τάχιστα ἐσῆλθον ὁρῶ παιδίον προκείµενον, ἄσπαιρόν τε καὶ κραυγανόµενον, κεκοσμημένον χρυσῷ τε καὶ ἐσθῆτι ποικίλῃ. Ἅρπαγος δὲ, ὡς εἶδέ µε, ἐκέλευε τὴν ταχίστην ἀναλαβόντα τὸ παιδίον οἴχεσθαι φέροντα, καὶ θεῖναι ἔνθα θηριωδέστατον εἴη τῶν ὁρῶν, πόλλ’ ἀπειλήσας εἰ μὴ ταῦτα ποιήσαιµι. Ἐγὼ δὲ ἀναλαβὼν ἔφερον, καὶ καθ’ ὅδον πυνθάνοµαι τὸν πάντα λόγον ἐκ θεράποντος, ὃς ἐμὲ προπέµπων ἔξω πόλεως ἐνεχείρισε τὸ βρέφος, ὡς ἄρα Μανδάνης τε εἴη παῖς καὶ Καμβύσεω, καὶ Ἀστυάγης ἐντέλλεται ἀποκτεῖναι αὐτόν. Νῦν τε ὅδε ἐστίν.”

The wife implores the herdsman to spare the child. At her suggestion he exposes their own dead infant on the mountains, and they bring up Cyrus as their son.

001 Ἅμα δὲ ταῦτα ἔλεγεν ὁ βουκόλος καὶ ἐκκαλύψας ἀπεδίκνυε. Ἡ δὲ, ὡς εἶδε τὸ παιδίον µέγα τε καὶ εὐειδὲς ὄν, δακρύσασα καὶ λαβομένη τῶν γονάτων τοῦ ἀνδρὸς, ἔχρῃζε μηδαμῶς ἐκθεῖναι αὐτό. Ὁ δὲ οὐκ ἔφη οἷός τε εἶναι ἄλλως αὐτὰ ποιεῖν· ἐπιφοιτήσεν γὰρ κατασκόπους ἐξ Ἁρπάγου ἐποψομένους· ἀπολεῖσθαί τε αὐτὸς κάκιστα, ἐὰν μὴ ταῦτα ποιήσῃ. Ὡς δὲ οὐκ ἔπειθεν ἄρα τὸν ἄνδρα, δεύτερα λέγει ἡ γυνὴ τάδε· “Ἐπεὶ τοίνυν οὐ δύναμαί σε πείθειν μὴ ἐκθεῖναι, ὅμως ὧδε σὺ ποίησον, εἰ δὴ πᾶσα ἀνάγκη ὀφθῆναι τὸ παιδίον ἐκκείµενον· τέτοκα γὰρ καὶ ἐγὼ, τέθνηκε δὲ τὸ βρέφος· τοῦτο μὲν φέρων πρόθες, τὸν δέ τῆς Ἀστυάγους θυγατρὸς παῖδα ὡς ἐξ ἡμῶν ὄντα τρέφωµεν. Καὶ οὕτως οὔτε σὺ ἁλώσει ἀδικῶν τοὺς δεσπότας, οὔτε ἡμῖν κακῶς βεβουλευμένον ἔσται· ὅ τε γὰρ τεθνηκὼς βασιλείας ταφῆς κυρήσει, καὶ ὁ περιών οὐκ ἀπολεῖ τὴν ψυχήν.” 002 Κάρτα τε ἔδοξε τῷ βουκόλῳ εὖ λέγειν ἡ γυνή, καὶ αὐτίκα ἐποίει ταῦτα· ὃν μὲν ἔφερε θανατώσων παῖδα, τοῦτον μὲν παραδίδωσι τῇ ἑαυτοῦ γυναικί· τὸν δὲ ἑαυτοῦ, νέκρον ὄντα, λαβὼν ἔθηκεν ἐς τὸ ἄγγος ἐν ᾧ ἔφερε τὸν ἕτερον· κοσµήσας δὲ τῷ κόσμῳ πάντι τοῦ ἑτέρου παιδὸς, φέρων ἐς τὸ ἐρημότατον τῶν ὀρῶν τίθησι. 003 Ὡς δὲ τρίτη ἡμέρα ἐγένετο, ᾔει ἐς πόλιν ὁ βουκόλος, ἐλθὼν δὲ ἐς τοῦ Ἁρπάγου, ἀποδεικνύναι ἔφη ἑτοῖμος εἶναι τὸν τοῦ παιδίου νέκυν. Πέμψας δὲ ὁ Ἅρπαγος τῶν ἑαυτοῦ δορυφόρων τοὺς πιστοτάτους, εἶδέ τε διὰ τούτων, καὶ ἔθαψε τοῦ βουκόλου τὸ παιδίον. Τὸν δὲ Κῦρον παραλαβοῦσα ἔτρεφεν ἡ γυνὴ τοῦ βουκόλου.

Boyhood of Cyrus. How the Secret of his Birth was discovered.

Cyrus plays at being king over his companions.

001 Καὶ ὅτε ἦν δεκαέτης ὁ παῖς, πρᾶγμα τοιόνδε γὲνόμενον ἐξέφηνεν αὐτόν. Ἔπαιζε µετ’ ἄλλων ἡλίκων ἐν ὁδῷ· καὶ οἱ παῖδες παίζοντες εἵλοντο ἑαυτῶν βασιλέα εἶναι τοῦτον δὴ τὸν τοῦ βουκόλου ἐπίκλησιν παῖδα, Ὁ δὲ τοὺς μὲν αὐτῶν διέταξεν οἰκίας οἰκοδομεῖν, τοὺς δὲ δορυφόρους εἶναι, τὸν δέ πού τινα αὐτῶν “ὀφθαλμὸν βασιλέως” εἶναι, ὡς ἑκάστῳ ἔργον προστάσσων. Εἰς δὴ τούτων τῶν παιδίων συµπαίζων, ὢν Ἀρτεμβάρους παῖς ἀνδρὸς δοκίµου ἐν τοῖς Μήδοις, οὐκ ἐποίησε τὸ προσταχθὲν ἐκ τοῦ Κύρου. Ἐκέλευσεν οὖν τοὺς ἄλλους παῖδας διαλαβεῖν αὐτόν· πειθοµένων δὲ τῶν παίδων, ὁ Κῦρος τὸν παῖδα κάρτα τραχέως περίεσπε μαστιγῶν· ὁ δὲ, ἐπεὶ τάχιστα µεθείθη, ὥς γε δὴ ἀνάξια ἑαυτοῦ παθὼν, μᾶλλόν τι περιηµέκτει· κατελθὼν δὲ ἐς πόλιν, πρὸς τὸν πατέρα ἁπῳκτίζετο. “Ὁ δὲ Ἀρτεμβάρης ὀργῇ, ὡς εἶχεν, ἐλθὼν παρὰ τὸν Ἀστυάγη, καὶ ἅμα ἀγόμενος τὸν παῖδα, ἀνάρσια πράγματα ἔφη πεπονθέναι, λέγων, “Ὦ βασιλεῦ, ὑπὸ τοῦ σοῦ δούλου, βουκόλου δὲ παιδὸς, ὧδε περιϋβρίσμεθα” (δεικνὺς τοῦ παιδὸς τοὺς ὤμους).

Astyages sends for Cyrus and, suspecting the truth, forces the herdsman to confess.

001 Ἀκούσας δὲ καὶ ἰδὼν ὁ Ἀστυάγης, ἐθέλων τιµωρῆσαι τῷ παιδὶ τιμῆς τῆς Ἀρτεμβάρους ἕνεκα, µετεπέµπετο τόν τε βουκόλον καὶ τὸν παῖδα. Ἐπεὶ δὲ παρῆσαν ἀμφότεροι, βλέψας πρὸς τὸν Κῦρον ὁ Ἀστυάγης ἔφη· “Σὺ δὴ, ὢν τοιούτου ἀνδρὸς παῖς, ἐτόλμησας τὸν τοῦδε παῖδα, ὄντος πρώτου παρ’ ἐμοὶ, αἰκίᾳ τοιᾷδε περιέπειν;” 002 Ὁ δὲ ἠμείβετο ὧδε· “Ὦ δέσποτα, ἐγὼ ταῦτα τοῦτον ἐποίησα σὺν δίκῃ. Οἱ γὰρ ἐκ τῆς κώμης παῖδες, ὧν καὶ ὅδε ἦν, παίζοντες ἐστήσαντο ἔμε βασιλέα ἑαυτῶν· ἐδόκουν γάρ σφι εἶναι ἐς τοῦτο ἐπιτηδειότατος. Οἱ μέν νυν ἄλλοι παῖδες τὰ ἐπιτασσόμενα ἐπετέλουν· οὗτος δὲ ἀνηκούστει τε καὶ λόγον εἶχεν οὐδένα· ἐς ὃ ἔλαβε τὴν δίκην. Εἰ οὖν δὴ τοῦδε ἕνεκα ἄξιός τινος κακοῦ εἰμὶ, ὧδέ τοι πάρειµι.” 003 Ταῦτα λέγοντος τοῦ παιδὸς τὸν Ἀστυάγη ἐσῄει ἀνάγνωσις αὐτοῦ· καὶ ὅ τε χαρακτὴρ τοῦ προσώπου ἐδόκει προσφέρεσθαι ἐς ἑαυτὸν, καὶ ἡ ὑπόκρισις έλευθερωτάτη εἶναι· ὁ δὲ χρόνος τῆς ἐκθέσεως τῇ ἡλικίᾳ τοῦ παιδὸς ἐδόκει συμβαίνει. Ἐκπλαγεὶς δὲ τούτοις, ἐπὶ χρόνον ἄφθογγος ἦν. Μόγις δὲ δή ποτε ἀνενεχθεὶς εἶπεν, ἐθέλων ἐκπέμψαι τὸν Ἀρτεμβάρη, ἵνα τὸν βουκόλον µόνον λαβὼν βασανίσῃ· “Ἀρτέμβαρες, ἐγὼ ταῦτα ποιήσω, ὥστε σὲ καὶ τὸν παῖδα τὸν σὸν μηδὲν ἐπιμέμφεσθαι.” Τὸν μὲν δὴ Ἀρτεμβάρη πέµπει· τὸν δὲ Κῦρον ἦγον ἔσω οἱ θεράποντες, κελεύσαντος τοῦ Ἀστυάγους. Ἐπεὶ δὲ ὑπελέλειπτο ὁ βουκόλος μόνος, τάδε αὐτὸν ἤρετο ὁ Ἀστυάγης, ὁπόθεν λάβοι τὸν παῖδα, καὶ τίς εἴη ὁ παραδοὺς, Ὁ δὲ ἐξ ἑαυτοῦ τε ἔφη γεγονέναι, καὶ τὴν τεκοῦσαν αὐτὸν ἔτι εἶναι παρ’ ἑαυτῷ. Ἀστυάγης δὲ οὐκ ἔφη αὐτὸν εὖ βουλεύεσθαι, ἐπιθυμῶν ἐς ἀνάγκας µεγάλας ἀφικνεῖσθαι· ἅμα τε λέγων ταῦτα, ἐσήμαινε τοῖς δορυφόροις λαμβάνειν αὐτόν. Ὁ δὲ ἀγόμενος ἐς τὰς ἀνάγκας, οὕτω δὴ ἔφαινε τὸν ὄντα λόγον· καὶ κατέβαινεν ἐς λιτάς συγγνώµην ἑαυτῷ κελεύων ἔχειν αὐτόν.

Astyages pardons the herdsman, and obtains a confession from Harpagus, whom also he pretends to pardon.

001 Ἀστυάγης δὲ τοῦ μὲν βουκόλου τὴν ἀληθείαν ἐκφήναντος λόγον ἤδη καὶ ἐλάσσω ἐποιεῖτο· Ἁρπάγῳ δὲ καὶ µεγάλως µεμφόμενος, καλεῖν αὐτὸν τοὺς δορυφόρους ἐκέλευν. Ὡς δὲ παρῆν ὁ Ἅρπαγος, ἤρετο αὐτὸν ὁ Ἀστυάγης· “Ἅρπαγε, τίνι δὴ µόρῳ τὸν παῖδα κατεχρήσω, ὅν σοι παρέδωκα ἐκ θυγατρὸς γεγονότα τῆς ἐμῇς;” 002 Ὁ δὲ Ἅρπαγος ὡς εἶδε τὸν βουκόλον ἔνδον ὄντα, οὐ τρέπεται ἐπὶ ψευδῆ ὁδὸν, ἵνα μὴ ἐλεγχόµενος ἁλίσκηται, ἀλλὰ τὸν εὐθὺν ἔφαινε λόγον. Ἀστυάγης δὲ, κρύπτων τὸν χόλον, πρῶτον μὲν, καθάπερ ἤκουσεν αὐτὸς πρὸς τοῦ βουκόλου τὸ πρᾶγμα, πάλιν ἀφηγεῖτο τῷ Ἁρπάγῳ· μετὰ δὲ κατέβαινε λέγων, ὡς, “περίεστί τε ὁ παῖς, καὶ τὸ γεγόνος ἔχει καλῶς, Τῷ τε γὰρ πεποιημένῳ ἐς τὸν παῖδα τοῦτον ἔκαμνον µεγάλως, καὶ θυγατρὶ τῇ ἐμῇ διαβεβληµένος οὐκ ἐν ἐλαφρῷ ἐποιούμην. Ὡς οὖν τῆς τύχης εὖ µεθεστηκυίας, τοῦτο μὲν, τὸν σεαυτοῦ παῖδα ἀπόπεμψον παρὰ τὸν παῖδα τὸν νεήλυδα· τοῦτο δὲ (σῶστρα γὰρ τοῦ παῖδος μέλλω θύειν τοῖς θεοῖς) πάρισθί µοι ἐπὶ δεῖπνον.” 003 Ἅρπαγος μὲν, ὡς ἤκουσε ταῦτα, προσκυνήσας καὶ μεγάλα ποιησάµενος ὅτι τε ἡ ἁμαρτάς οἱ ἐς δέον ἐγεγόνειν ᾔει ἐς τὰ οἰκία. Ἐσελθὼν δὲ τὴν ταχίστην, τὸν παῖδα τὸν μονογενῆ ἔτη τρία καὶ δέκα γεγονότα ἐκπέμπει, ἰέναι τε κελεύων ἐς Ἀστυάγους, καὶ ποιεῖν ὅτι ἂν ἐκεῖνος κελεύῃ· Αὐτὸς δὲ περιχαρὴς ὢν φράζει τῇ γυναικὶ τὰ συγκυρήσαντα.

Abominable punishment inflicted upon Harpagus.

001 Ἀστυάγης δὲ, ὡς ἀφίκετο ὁ Ἁρπάγου παῖς, σφάξας αὐτὸν καὶ κατὰ µέλη διελὼν, τὰ μὲν ὤπτησε, τὰ δὲ ἤψησε τῶν κρεῶν. Ἐπεὶ δὲ ἡ ὥρα ἐγίγνετο τοῦ δείπνου, παρετίθετο ταῦτα τῷ Ἀρπάγῳ, πλὴν κεφάλης καὶ χειρῶν καὶ ποδῶν· ταῦτα δὲ χωρὶς ἔκειτο ἐπὶ κανῷ κατακεκαλυµμένα. Ὡς δὲ ὁ Ἅρπαγος ἐδόκει ἅλις ἔχειν τῆς βορᾶς, Ἀστυάγης ἤρετο αὐτὸν εἰ ἡσθείη τι τῇ θοίνη· φαμένου δὲ Ἀρπάγου καὶ κάρτα ἡσθῆναι, παρέφερόν τινες τὴν κεφάλην τοῦ παῖδος κατακεκαλυµµένην καὶ τὰς χεῖρας καὶ τοὺς πόδας. Ἅρπαγον δὲ ἐκέλευον προστάντες ἀποκαλύπτειν τε καὶ λαβεῖν ὃ βούλεται αὐτῶν. Πειθόµενος δὲ ὁ Ἅρπαγος καὶ ἀποκαλύπτων, ὁρᾷ τοῦ παιδὸς τὰ λείμµατα· ἰδὼν δὲ οὔτε ἐξεπλάγη, ἐντός τε ἑαυτοῦ γίγνεται. Ἤρετο δὲ αὐτον ὁ Ἀστυάγης εἰ γιγνώσκοι οὕτινος θηρίου κρέα βεβρώκοι. Ὁ δὲ καὶ γιγνώσκειν ἔφη, καὶ ἀρεστὸν εἴη πᾶν ὃ ἂν βασιλεὺς ἕρδῃ. Τούτοις δὲ ἀμειψάμενος καὶ ἀναλαβὼν τὰ λοιπὰ τῶν κρεῶν, ᾔει ἐς τὰ οἰκία. Ἐντεῦθεν δὲ ἔμελλε, ὡς ἐγὼ δοκῶ, ἁλίσας θάψειν πάντα.

The Magi decide that Astyages need have no more fear of Cyrus; so the boy is sent home safely to his parents in Persia.

001 Ἁρπάγῳ μὲν Ἀστυάγης δίκην ταύτην ἐπέθηκε· Κύρου δὲ πέρι βουλεύων ἐκάλει τοὺς αὐτοὺς τῶν Μάγων οἳ τὸ ἐνύπνιον αὐτῷ πρότερον ἔκριναν. Ἀϕικομένους δὲ ἤρετο ὁ Ἀστυάγης ὅπῃ ἔκριναν τὴν ὄψιν· οἱ δὲ ταῦτα εἶπον, λέγοντες ὡς χρῆν ἂν βασιλεῦσαι τὸν παῖδα, εἰ ἐπέζησε καὶ μὴ ἀπέθανε πρότερον. Ὁ δὲ ἡμείβετο αὐτοὺς τοῖσδε· “Ἔστι τε ὁ παῖς, καὶ περίεστι· καὶ διαιτώµενον αὐτὸν ἐπ’ ἀγροῦ οἱ ἐκ τῆς κώµης παῖδες ἐστήσαντο βασιλέα. Ὁ δὲ πάντα, ὅσα περ οἱ ἀληθινοὶ βασιλεῖς, ἐτελείωσε ποιήσας· καὶ γὰρ δορυφόρους, καὶ θυρωροὺς καὶ ἀγγελιαφόρους καὶ τὰ λοιπὰ πάντα εἶχε. Καὶ νῦν ἐς τί ὑμῖν ταῦτα φαίνεται φέρειν;” 002 Εἶπον οἱ Μάγοι· “Εἰ μὲν περίεστί τε, καὶ ἐβασίλευσεν ὁ παῖς μὴ ἐκ προνοίας τινὸς, θάρσει τε τούτου ἕνεκα, καὶ θυμὸν ἔχε ἄγαθον· οὐ γὰρ ἔτι τὸ δεύτερον ἄρξει.” 003 Ἀκούσας ταῦτα ὁ Ἀστυάγης, ἐχάρη τε καὶ καλέσας τὸν Κῦρον ἔλεγέν οἱ τάδε· “Ὦ παῖ, ἐγὼ σὲ δι’ ὄψιν ὀνείρου οὐ τελείαν ἠδίκουν, τῇ δὲ σαυτοῦ μοίρᾷ περίει· νῦν οὖν ἴθι χαίρων ἐς Πέρσας, πομποὺς δ’ ἐγὼ ἅμα πέµψω. Ἐλθὼν δ’ ἐκεῖ, πατέρα τε καὶ μητέρα εὑρήσεις, οὐ κατὰ Μιτραδάτην τε τὸν βουκόλον καὶ τὴν γυναῖκα αὐτοῦ.” 003 Ταῦτα εἰπὼν ὁ Ἀστυάγης, ἀποπέμπει τὸν Κῦρον. Νοστήσαντα δὲ αὐτὸν ἐς τὰ τοῦ Καμβύσεω οἰκιά ἐδέξαντο οἱ τεκόντες, καὶ δεξάµενοι µεγάλως ἠσπάζοντο.

The Manhood of Cyrus

At the instigation of Harpagus, Cyrus induces the Persians to revolt by a practical demonstration of advantages they would enjoy as the dominant race.

001 Κυρῷ δὲ ἀνδρουμένῳ, καὶ ὄντι τῶν ἡλίκων ἀνδρειοτάτῷ καὶ προσφιλεστάτῳ προσέκειτο ὁ Ἅρπαγος, δῶρα πέµπων, τίσασθαι Ἀστυάγη ἐπιθυμῶν. Πρὸ δ’ ἔτι τούτου ὁ Ἅρπαγος, ὄντος τοῦ Ἀστυάγους πικροῦ ἐς τοῦς Μήδους, συμμίσγων ἑνὶ ἑκάστῳ τῶν πρώτων Μήδων, ἀνέπειθεν ὡς χρὴ Κῦρον προστησαµένους τὸν Ἀστυάγη παῦσαι τῆς βασιλείας. 002 Ὁ δὲ Κῦρος ἐφρόντιζεν ὅτῳ τρόπῳ σοφωτάτῳ Πέρσας ἀναπείσει ἀφίστασθαι. Φροντίζων δέ εὑρίσκει τάδε καιριώτατα εἶναι· Γράψας ἐς βιβλίον ἃ ἐβούλετο, ἁλίαν τῶν Περσῶν ἐποιῄσατο· μετὰ δὲ ἀναπτύξας τὸ βιβλίον καὶ ἐπιλεγόμενος, ἔφη Ἀστυάγη ἑαυτὸν στρατηγὸν Περσῶν ἀποδεικνύναι. “Νῦν τε,” ἔφη λέγων “ὦ Πέρσαι, προαγορεύω ὑμῖν παρεῖναι ἕκαστον ἔχοντα δρέπανον.” Κῦρος μὲν ταῦτα προηγόρευσεν. Ὡς δὲ παρῆσαν ἅπαντες, ἐνταῦθα Κῦρος χωρόν τινα ἀκανθώδην προεῖπεν αὐτοῖς ἐξημερῶσαι ἐν ἡμέρᾳ. Ἐπιτελεσάντων δὲ τῶν Περσῶν τὸν προκείµενον ἆθλον, προεῖπεν αὐτοῖς ἐς τὴν ὑστεραίαν παρεῖναι λελουµένους. 003 Ἐν δὲ τούτῳ τά τε αἰπόλια καὶ τὰς ποίµνας καὶ τὰ βουκόλια πάντα τοῦ πατρὸς συναλίσας ἐς ταὖτο ὁ Κῦρος, ἔθυε καὶ παρεσκεύαζεν ὡς δεξόμενος τὸν τῶν Περσῶν στρατόν. Ἀφικομένους δὲ τῇ ὑστεραίᾳ τοὺς Πέρσας κατακλίνας ἐς λειμῶνα εὐώχει. Ἐπεὶ δὲ ἀπὸ δείπνου ἦσαν, ἤρετο σφᾶς ὁ Κῦρος πότερον ἃ τῇ προτεραίᾳ εἶχον, ἢ τὰ παρόντα εἴη αὐτοῖς αἱρετώτερα. Οἱ δὲ ἔφασαν πολὺ εἶναι τὸ µέσον, τὴν μὲν γὰρ προτέραν ἡμέραν πάντα σφι κακὰ ἔχειν, τὴν δὲ τότε παροῦσαν πάντα ἀγαθά. 004 Παραλαβὼν δὲ τοῦτο τὸ ἔπος ὁ Κῦρος παρεγέµνου τὸν πάντα λόγον, λέγων· Ἄνδρες Πέρσαι, οὕτως ὑμῖν ἔχει· βουλομένοις μὲν ὑμῖν ἐμοὶ πείθεσθαι ἔστι τάδε τε καὶ ἄλλα μυρία ἀγαθὰ, οὐδένα πόνον δουλοπρεπῆ ἔχουσι· μὴ βουλομένοις δὲ ἐμοὶ πείθεσθαι εἰσὶν ὑμῖν πόνοι τῷ χθιζῷ παραπλήσιοι ἀναρίθμητοι. Νῦν οὖν ἐμοὶ πειθό µενοι γίγνεσθε ἐλεύθεροι, ἀφιστάμενοι ἀπ᾿ Ἀστυάγους ὅτι τάχιστα.

Revolt of the Persians, ending in the accession of Cyrus to the throne.

001 Πέρσαι μέν νυν, προστάτου ἐπιλαβόμενοι, ἄσμενοι ἠλευθεροῦντο, καὶ πάλαι δεινὸν ποιούμενοι ὑπὸ Μήδων ἄρχεσθαι. Ἀστυάγης δὲ, ὡς ἐπύθεο Κῦρον ταῦτα πράττοντα, πέµψας ἄγγελον ἐκάλει αὐτόν. Ὁ δὲ Κῦρος ἐκέλευε τὸν ἄγγελον ἀπαγγέλλειν ὅτι πρότερον ἥξοι παρ’ ἐκεῖνον ἢ Ἀστυάγης αὐτὸς βουλήσεται. Ἀκούσας δὲ ταῦτα ὁ Ἀστυάγης Μήδους τε ὤπλισε πάντας καὶ στράτηγον αὐτῶν, ὡσεὶ θεοβλαβὴς ὢν, Ἅρπαγον ἀπέδειξεν Ὡς δ’ οἱ Μῆδοι στρατευσάµενοι τοῖς Πέρσαις συνέµισγον, οἱ μὲν αὐτῶν ἐμάχοντο, ὅσοι μὴ τοῦ λόγου µέτεσχον, οἱ δὲ ἠὐτομόλουν πρὸς τοῦς Πέρσας, οἱ δὲ πλεῖστοι ἠθελοκάκουν τε καὶ ἔφευγον. Διαλυθέντος δὲ τοῦ Μηδικοῦ στρατεύματος αἰσχρῶς, ὡς τάχιστα ἐπύθετο ὁ Ἀστυάγης, ἔφη ἀπειλῶν τῷ Κύρῳ· “Ἀλλ’ οὐδ’ ὣς ὁ Κῦρός γε χαιρήσει.” Τοσαῦτα εἰπὼν πρῶτον μὲν ἀνεσκολόπισε τοὺς τῶν μάγων ὀνειροπόλους, οἳ ἀνέγνωσαν αὐτὸν μεθεῖναι τὸν Κῦρον. Μετὰ δὲ ὥπλισε τοὺς ὑπολειφθέντας τῶν Μήδων ἐν τῷ ἄστει, νέους τε καὶ πρεσβύτας ἄνδρας. Ἐξαγαγὼν δὲ τούτους, καὶ συµβαλὼν τοῖς Πέρσαις, ἠσσήθη· καὶ αὐτός τε Ἀστυάγης ἐζωγρήθη, καὶ οὓς ἐξήγαγε τῶν Μήδων ἀπέβαλε. Ἀστυάγη δὲ ὁ Κῦρος, κακὸν οὐδὲν ἄλλο ποιήσας, εἶχε παρ’ ἑαυτῷ ἐς ὃ ἐτελεύτησεν. Οὕτω δὴ Κῦρος γενόµενός τε καὶ τραφεὶς ἐβασίλευσεν.

Solon and Croesus.

Solon, the Athenian statesman and philosopher, visits Croesus, the rich king of Lydia, and admonishes him on the instability of fortune.

001 Ἐκδημήσας ὁ Σόλων ἐς Σάρδις ἀφίκετο παρὰ Κροῖσον. Ἀφικόμενος δὲ ἐξενίζετο ἐν τοῖς βασιλείοις ὑπὸ τοῦ Κροίσου· μετὰ δὲ, ἡμέρᾳ τρίτῃ ἢ τετάρτῃ, κελεύσαντος Κροίσου, τὸν Σόλωνα θεράποντες περιῆγον κατὰ τοὺς θησαύρους, καὶ ἐπεδείκνυσαν πάντα ὄντα μεγάλα τε καὶ ὅλβια. Θεασάµενον δὲ αὐτὸν πάντα ἤρετο ὁ Κροῖσος τάδε· “Ξένε Ἀθηναῖε, παρ’ ἡμᾶς περὶ σοῦ λόγος ἀφῖκται πολύς, καὶ σοφίας ἕνεκα τῆς σῆς, καὶ πλάνης· νῦν οὖν ἵμερος ἐπῆλθέ µε ἐπερωτᾶν εἴ τινα ἤδη πάντων εἶδες ὀλβιώτατον.” Ὁ μὲν ἐλπίζων εἶναι ἀνθρώπων ὀλβιώτατος ταῦτα ἐπηρώτα· Σόλων δὲ, οὐδὲν ὑποθωπεύσας ἀλλὰ τῷ ὄντι χρησάµενος, λέγει· Ὦ βασιλεῦ, Τέλλον Αθηναῖον. Ἀποθαυμάσας δὲ Κροῖσος τὸ λεχθὲν ἤρετο ἐπιστρεφῶς· Πῶς δὴ κρίνεις Τέλλον εἶναι ὀλβιώτατον; Ὁ δὲ εἶπε· “Τέλλῳ τοῦτο μὲν παῖδες ἦσαν καλοί τε κἀγαθοί, καὶ εἶδεν ἅπασιν αὐτοῖς τέκνα ἐκγενόμενα, καὶ πάντα παραµείναντα· τοῦτο δὲ τελευτὴ τοῦ βίου λαμπροτάτη ἐπεγένετο· γενομένης γὰρ Ἀθηναίοισι μάχης πρὸς τοὺς ἀστυγείτονας ἐν Ἐλευσῖνι, βοηθήσας καὶ τροπὴν ποιήσας τῶν πολεµίων, ἀπέθανε κάλλιστα. Καὶ Ἀθηναῖοι δηµοσίᾳ τε ἔθαψαν αὐτὸν ᾗπερ ἔπεσε, καὶ ἐτίμησαν µεγάλως.”

Story of Cleobis and Biton. The God’s best reward.

001 Ὡς δὲ τὰ κατὰ τὸν Τέλλον διηγήσατο ὁ Σόλων, ἐπηρώτα ὁ Κροῖσος τίνα δεύτερον μετ’ ἐκεῖνον ἴδοι, δοκῶν πάνυ δευτερεῖα γοῦν οἴσεσθαι. Ὁ δὲ εἶπε· “Κλέοβίν τε καὶ Βίτωνα· τούτοις γὰρ, οὖσι γένος Ἀργείοις, βίος τε ἀρκῶν ὑπῆν, καὶ πρὸς τούτῳ, ῥώμη σώματος τοιάδε· ἀθλοφόροι τε ἀμφότεροι ὁμοίως ἦσαν, καὶ δὴ καὶ λέγεται ὅδε ὁ λόγος· Οὔσης ἑορτῆς τῇ Ἥρᾳ ἔδει πάντως τὴν μητέρα αὐτῶν ζεύγει κοµισθῆναι ἐς τὸ ἱερόν· οἱ δε βοῦς ἐκ τοῦ ἀγροῦ οὐ παρεγίγνοντο ἐν ὥρᾳ. Οἱ δὲ νεανίαι, ὑποδύντες αὐτοὶ ὑπὸ τὴν ζεύγλην, εἷλκον τὴν ἅμαξαν, ἐπὶ δὲ τῆς ἁμάξης ὠχεῖτο ἡ µήτηρ. Σταδίους δὲ πέντε καὶ τεσσαράκοντα διακομίσαντες ἀφίκοντο ἐς τὸ ἱερόν· ταῦτα δὲ ποιήσασιν αὐτοῖς καὶ ὀφθεῖσι ὑπὸ τῆς πανηγύρεως τελευτὴ τοῦ βίου ἀρίστη ἐπεγένετο· διέδειξέ τε ἐν τούτοις ὁ θεὸς ὡς ἄμεινον εἴη ἀνθρώπῳ τεθνάναι μᾶλλον ἢ ζῆν. Ἀργεῖοι μὲν γὰρ περιστάντες ἐμακάριζον τῶν νεανίων τὴν ῥώμην, αἱ δὲ Ἀργεῖαι τὴν μητέρα αὐτῶν οἵων τέκνων ἐκύρησε· ἡ δὲ µήτηρ περιχαρὴς οὖσα τῷ τε ἔργῳ καὶ τῇ φήμῃ, στᾶσα ἁντίον τοῦ ἀγάλματος ηὔχετο τὴν θεὸν δοῦναι Κλέοβί τε καὶ Βίτωνι ὃ ἀνθρώπῳ τυχεῖν ἄριστόν ἐστι. Μετὰ δὲ ταύτην τὴν εὐχὴν, ὡς ἐθυσάν τε καὶ εὐωχήθησαν, κατακοιµηθέντες ἐν αὐτῷ τῷ ἱερῷ οἱ νεανίαι, οὐκέτι ἀνέστησαν, ἀλλ’ ἐν τέλει τούτῳ ἔσχοντο. Ἀργεῖοι δὲ εἰκόνας αὐτῶν ποιησάµενοι, ἀνέθεσαν ἐς Δελφοὺς, ὡς ἀνδρῶν ἀρίστων γενοµένων.”

Warning to Croesus, which he takes amiss.

001 Σόλων μὲν δὴ εὐδαιμονίας δευτερεῖα ἔνεμε τούτοις· Κροῖσος δὲ σπερχθεὶς εἶπεν “Ὦ ξένε Ἀθηναῖε ἡ δὲ ἡμετέρα εὐδαιμονία οὕτω τοι ἀπέρριπται ἐς τὸ μηδὲν, ὥστε οὐδὲ ἰδιωτῶν ἀνδρῶν ἀξίους ἡμας ἐποίησας;” Ὁ δὲ εἶπεν· “Ὦ Κροῖσε, ἐπιστάμενόν µε τὸ θεῖον πᾶν φθονερόν τε καὶ ταραχῶδες ὂν ἐπερωτᾶς ἀνθρωπείων πραγμάτων πέρι. Ἐμοὶ δὲ σὺ καὶ πλουτεῖν μὲν µέγα φαίνει, καὶ βασιλεὺς πολλῶν εἶναι ἀνθρώπων· εὐδαίμονα δὲ οὔπω σε ἐγὼ λέγω, πρὶν ἂν τελευτήσαντά σε καλῶς τὸν αἰῶνα πύθωμαι. Σποπεῖν δὲ χρὴ πάντος χρήματος τὴν τελευτὴν πῆ ἀποβήσεται· πολλοῖς γὰρ δὴ ὑποδείξας ὄλβον ὁ θεὸς προρρίζους ἀνέτρεψε.” Ταῦτα λέγων τῷ Κροίσῳ, οὔ πως ἐχαρίζετο ὁ Σόλων· λόγου δὲ αὐτὸν ποιησάµενος οὐδενὸς ἀποπέμπεται ὁ Κροῖσος, κάρτα δόξας ἁμαθῆ εἶναι, ὃς τὰ παρόντα ἀγαθὰ μεθεὶς τὴν τελευτὴν πάντος χρήµατος ὁρᾶν ἐκέλευε.

Subsequent misfortunes of Croesus, who at length acknowledges the wisdom of Solon’s words.

001 Μετὰ δὲ Σόλωνα οἰχόμενον ἔλαβεν ἐκ θεοῦ νέµεσις μεγάλη Κροῖσον· ὡς εἰκάσαι, ὅτι ἐνόμισεν ἑαυτὸν εἶναι ἀνθρώπων ἁπάντων ὀλβιώτατον. Οἱ γὰρ Πέρσαι τάς τε Σάρδις εἷλον, καὶ αὐτὸν Κροῖσον ἐζώγρησαν, ἄρξαντα ἔτη τεσσαρακαίδεκα· λαβόντες δὲ αὐτὸν ἤγαγον παρὰ Κῦρον. Ὁ δὲ συννήσας πυρὰν μεγάλην ἀνεβίβασεν ἐπ᾽ αὐτὴν τὸν Κροῖσόν τε ἐν πέδαις δεδεµένον, καὶ δὶς ἑπτὰ Λυδῶν παρ’ αὐτὸν παῖδας. Τῷ δὲ Κροίσῳ, ἑστῶτι ἐπὶ τῆς πυρᾶς, ἐσῆλθε, καί περ ἐν κακῷ ὄντι τοσούτῳ, τὸ τοῦ Σόλωνος, ὡς εἴη σὺν θεῷ εἰρημένον, τὸ ‘Μηδένα εἶναι τῶν ζώντων ὄλβιον.’ Ἀνενεγκάμενος δὲ καὶ ἀναστέναξας ἐκ πολλῆς ἡσυχίας ἐς τρὶς ὠνόμασε Σόλωνα· καὶ ὁ Κῦρος ἀκούσας ἐκέλευσε τοὺς ἑρμηνέας ἐπέρεσθαι τὸν Κροῖσον τίνα ἐπικαλοῖτο· καὶ οἳ προσελθόντες ἐπηρώτων. Κροῖσος δὲ τέως μὲν σιγὴν εἶχεν ἐρωτώμενος· μετὰ δὲ ἔλεγεν ὡς ἔλθοι ποτε ὁ Σόλων, ὢν Ἀθηναῖος, καὶ θεασάµενος πάντα τὸν ἑαυτοῦ ὄλβον ἀποφλαυρίσειε· καὶ πάντα ἑαυτῷ ἀποβέβηκοι ᾗπερ ἐκεῖνος εἶπεν, οὐδέν τι μᾶλλον ἐς ἑαυτὸν λέγων ἢ ἐς ἅπαν τὸ ἀνθρώπινον καὶ μάλιστα τοὺς παρ’ ἑαυτοῖς ὀλβίους δοκοῦντας εἶναι.

Cyrus relents, and, with the assistance of Apollo, Croesus is saved from the flames.

001 Ὁ μὲν Κροῖσος ταῦτα ἀφηγεῖτο, τῆς δὲ πυρᾶς ἤδη ἡμμένης ἐκάετο τὰ περιέσχατα. Καὶ ὁ Κῦρος, ἀκούσας παρὰ τῶν ἑρμηνέων ἃ Κροῖσος εἶπε, µεταγνούς τε καὶ ἐννοήσας ὅτι καὶ αὐτὸς ἄνθρωπος ὢν ἄλλον ἄνθρωπον, γενόμενον ἑαυτοῦ εὐδαιμονίᾳ οὐκ ἐλάττω, ζῶντα πυρὶ διδοίη, ἐκέλευε σβεννύναι τὴν ταχίστην τὸ καόµενον πῦρ, καὶ καταβιβάζειν Κροῖσόν τε καὶ τοὺς μετὰ Κροίσου. Καὶ οἳ πειρώµενοι οὐκ ἐδύναντο ἔτι τοῦ πυρὸς ἐπικρατῆσαι. Ἐνταῦθα Κροῖσος, μαθὼν τὴν Κύρου µετάγνωσιν, ἐπεβοήσατο τὸν Ἀπόλλωνα ἐπικαλούμενος παραστῆναι καὶ ῥύσασθαι αὐτὸν ἐκ τοῦ πάροντος κακοῦ. Ὁ μὲν δακρύων ἐπεκαλεῖτο τὸν θεόν· ἐκ δὲ αἰθρίας τε καὶ νηνεµίας συνέδραµεν ἐξαπίνης νέφη, καὶ χειμών τε κατερράγη καὶ ὗσεν ὕδατι λαβροτάτῳ, κατεσβέσθη τε ἡ πυρά.

Reverence for Suppliants enforced by the Oracle.

001 Ὁ μὲν Πακτύης, δείσας τοὺς Πέρσας, ᾤχετο φεύγων ἐς Κύμην· ὁ δὲ Μαζάρης ἔπεμπεν ἐς τὴν Κύμην ἀγγέλους, ἐκδιδόναι κελεύων Πακτύην, Οἱ δὲ Κυμαῖοι ἔγνωσαν συμβουλῆς πέρι ἐς θεὸν τὸν ἐν Βραγχίδαις ἀναφέρειν. ἦν γὰρ αὐτόθι μαντεῖον ἐκ παλαιοῦ ἱδρυμένον, ᾧ Ἴωνές τε πάντες καὶ Αἰολεῖς εἰώθεσαν χρῆσθαι. Πέμψαντες οὖν οἱ Κυμαῖοι θεοπρόπους ἠρώτων “ὁποῖόν τι περὶ Πακτύην ποιοῦντες θεοῖς μέλλοιεν χαριεῖσθαι.” Ἐπερωτῶσι δέ σφι ταῦτα χρηστήριον ἐγένετο ἐκδιδόναι Πακτύην τοῖς Πέρσαις. 002 Ταῦτα δὲ ὡς ἤκουσαν οἱ Κυμαῖοι ὡρμῶντο ἐκδιδόναι· ὁρμωμένου δὲ τοῦ πλήθους, Ἀριστόδικος, ἀνὴρ τῶν ἀστῶν δόκιμος, ἔσχε μὴ ποιῆσαι ταῦτα τοὺς Κυμαίους, ἀπιστῶν τε τῷ χρησμῷ, καὶ δοκῶν τοὺς θεοπρόπους οὐ λέγειν ἀληθῶς· ἐς ὃ, τὸ δεύτερον περὶ Πακτύου ἐπερησόµενοι, ᾖσαν ἄλλοι θεοπρόποι ὧν καὶ Ἀριστόδικος ἦν. Ἀφικομένων δὲ αὐτῶν ἐς Βραγχίδας, ἐχρηστηριάζετο ἐκ πάντων Ἀριστόδικος ἐπερωτῶν τάδε. “Ὦναξ, ἦλθε παρ’ ἡμᾶς ἱκέτης Πακτύης ὁ Λυδὸς, φεύγων θάνατον βίαιον πρὸς Περσῶν· οἱ δέ µιν ἐξαιτοῦνται προεῖναι Κυμαίους κελεύοντες, Ἡμεῖς δὲ, δειµαίνοντε τὴν Περσῶν δύναμιν, τὸν ἱκέτην ἐς τόδε οὐ τετολµήκαµεν ἐκδιδόναι, πρὶν ἂν τὸ ἀπὸ σοῦ ἡμῖν δηλωθῇ ἀκριβῶς ὁπότερα ποιῶμεν.” 003 Ὁ μὲν ταῦτα ἐπηρώτα· ὁ δὲ θεὸς αὖθις τὸν αὐτὸν χρησμὸν ἔφαινε, κελεύων ἐκδιδόναι Πακτύην τοῖς Πέρσαις. Πρὸς ταῦτα ὁ Ἀριστόδικος ἐκ προνοίας ἐποίει τάδε· περιϊὼν τὸν νεὼν κύκλῳ ἐξῄρει τοὺς στρουθοὺς, καὶ ἄλλα ὅσα ἦν νενεοσσευµένα ὀρνίθων γένη ἐν τῷ νεῷ. Ποιοῦντος δὲ αὐτοῦ ταῦτα, φωνὴ ἐκ τοῦ ἀδύτου ἐγένετο λέγουσα τάδε· “Ἀνοσιώτατε ἀνθρώπων, τί τάδε τολµᾷς ποιεῖν; τοὺς ἱκέτας µου ἐκ τοῦ νεὼ κεραΐζες;” Ἀριστόδικος δὲ οὐκ ἀπορήσας πρὸς ταῦτα εἶπεν· “Ὦναξ, αὐτὸς μὲν οὕτω τοῖς ἱκέταις βοηθεῖς, Κυμαίους δὲ κελεύεις τὸν ἱκέτην ἐκδιδόναι.” Ὁ δὲ θεός αὖθις ἠμείψατο τοῖσδε· “Ναὶ κελεύω, ἵνα γε ἀσεβήσαντες θᾶσσον ἀπόλησθε· ὡς μὴ τὸ λοιπὸν περὶ ἱκετῶν ἐκδόσεως ἔλθητε ἐπὶ τὸ χρηστήριον.”

First Capture of Babylon

Cyrus, during the Feast of Belshazzar, captures Babylon by draining off the Euphrates into a disused lake which had been excavated above the city by Queen Nitocris.

001 Ὁ Κῦρος ἤλαυνεν ἐπὶ τὴν βαβυλῶνα· οἱ δὲ Βαβυλώνιοι ἐκστρατευσάμενοι ἔμενον αὐτόν. Ἐπεὶ δὲ ἐγένετο ἐλαύνων ἀγχοῦ τῆς πόλεως, συνέβαλόν τε οἱ Βαβυλώνιοι καὶ ἠσσηθέντες τῇ µαχῇ κατειλήθησαν ἐς τὸ ἄστυ, ᾗ εἶχον σιτία ἐτῶν κάρτα πολλῶν. 002 Ἐνταῦθα οὗτοι μὲν λόγον εἶχον τῆς πολιορκίας οὐδένα, Κῦρος δὲ ἀπορίαις ἐνείχετο. Τέλος δὲ ἐποίει τοιόνδε· τάξας τὴν στρατίαν ᾗ ὁ ποταμός ἐς τὴν πόλιν ἐσβάλλει, καὶ αὖθις ὄπισθε τῆς πόλεως τάξας ἑτέρους, ᾗ ἐξίεισιν ἐκ τῆς πόλεως ὁ ποταμός, προεῖπε τῷ στρατῷ, ὅταν διαβατὸν τὸ ῥεῖθρον ἴδωσι γενόµενον, ἐσιέναι ταυτῇ ἐς τὴν πόλιν. Οὕτω τε δὴ τάξας καὶ παραινέσας ἀπήλαυνεν αὐτὸς σὺν τῷ ἀχρείῳ τοῦ στρατοῦ. Ἀφικόμενος δὲ ἐπὶ τὴν λίµνην, οὖσαν ἕλος, τὸν ποταμὸν διώρυχι ἐσαγαγὼν, τὸ ἀρχαῖον ῥεῖθρον διαβατὸν εἶναι ἐποίησεν, ὑπονοστήσαντος τοῦ ποταμοῦ, Γενοµένου δὲ τούτου τοιούτου, οἱ Πέρσαι οἵ περιτεταγµένοι ἦσαν ἐπ᾽ αὐτῷ τούτῳ, ὑπονενοστηκότος τοῦ Εὐφράτου ποταμοῦ ἀνδρὶ ὡς ἐς µέσον μηρὸν μάλιστα, κατὰ τὸ ῥεῖθρον ἐσῇσαν ἐς τὴν Βαβυλῶνα. 003 Εἰ μέν νυν προεπύθοντο ἢ ἔμαθον οἱ Βαβυλώνιοι τὸ ἐκ τοῦ Κύρου ποιούµενον, περιϊδόντες τοὺς Πέρσας ἐσελθεῖν ἐς τὴν πόλιν διέφθειραν ἂν κάκιστα· κατακλείσαντες γὰρ πάσας τὰς πυλίδας τὰς ἐς τὸν ποταμὸν ἀγούσας, καὶ αὐτοὶ ἐπὶ τὰς αἱμασίας ἀναβάντες τὰς παρὰ τὰ τοῦ ποταμοῦ χείλη ἐληλαμένας, ἔλαβον ἂν αὐτοὺς ὡς ἐν κύρτῃ. Νῦν δὲ ἐξ ἀπροσδοκήτου σφι παρέστησαν οἱ Πέρσαι. Ὑπὸ δὲ μεγέθους τῆς πόλεως, τῶν περὶ τὰ ἔσχατα τῆς πόλεως ἑαλωκότων, οἱ τὸ µέσον οἰκοῦντες τῆς Βαβυλῶνος οὐκ ἐμάνθανον ταῦτα, ἀλλὰ (ἔτυχε γὰρ οὖσα ἑορτὴ) ἐχόρευόν τε τοῦτον τὸν χρόνον καὶ ἐν εὐπαθείαις ἦσαν, ἐν ὃ δὴ καὶ τὸ ἀληθὲς ἐπύθοντο.

Second Capture of Babylon

Serious revolt of the Babylonians from Darius.

001 Ἀπέστησαν οἱ Βαβυλώνιοι κάρτ’ εὖ παρεσκευασµένοι· ἐπεὶ δὲ ἀπέστησαν ἐποίησαν τοιόνδε· τὰς μητέρας ἐξελόντες, γυναῖκα ἕκαστος µίαν προσεξῃρεῖτο, ἣν ἐβούλετο, ἐκ τῶν ἑαυτοῦ οἰκίων· τὰς δὲ λοιπὰς ἁπάσας συναγάγοντες ἁπέπνιξαν· τὴν δὲ µίαν ἕκαστος σιτοποιὸν ἐξῃρεῖτο. Ἀπέπνιξαν δὲ αὐτὰς ἵνα μὴ σφῶν τὸν σῖτον ἀναισιμώσωσι. 002 Πυθόμενος δὲ ταῦτα ὁ Δαρεῖος, καὶ συλλέξας ἅπασαν τὴν ἑαυτοῦ δύναμιν, ἐστρατεύετο ἐπ᾽ αὐτούς. Ἐπελάσας δὲ ἐπὶ τὴν πόλιν, ἐπολιόρκει τοὺς Βαβυλωνίους φροντίζοντας οὐδὲν τῆς πολιορκίας· ἀναβαίνοντες γὰρ ἐπὶ τοὺς προμαχεῶνας τοῦ τείχους κατωρχοῦντο καὶ κατέσκωπτον Δαρεῖον καὶ τὴν στρατίαν αὐτοῦ. Καί τις αὐτῶν εἶπε τοῦτο τὸ ἔπος· “Τί καθῆσθε ἐνταῦθα, ὦ Πέρσαι, ἀλλ’ οὐκ ἀπαλλάσσεσθε; τότε γὰρ αἱρήσετε ἡμᾶς, ἐπὰν ἡμίονοι τέκωσι.” Τοῦτο εἶπε Βαβυλωνίων τις οὐδαμῶς ἐλπίζων ἂν ἡμίονον τεκεῖν. 003 Ἑπτὰ δὲ μηνῶν καὶ ἐνιαυτοῦ διεληλυθότος ἤδη, ὁ Δαρεῖός τε ἤσχαλλε καὶ ἡ στρατιὰ πᾶσα, οὐ δυνατὴ οὖσα ἑλεῖν τοὺς Βαβυλωνίους. Καί τοι πάντα σοφίσµατα καὶ πάσας μηχανὰς ἐπεποιήκειν ἐς αὐτοὺς Δαρεῖος· ἀλλ’ οὐδ’ ὣς ἐδύνατο ἑλεῖν αὐτους, ἄλλοισί τε σοφίσµασι πειρασάµενος, καὶ δὴ καὶ τούτῳ ᾧ Κῦρος εἷλεν αὐτούς. Δεινῶς γὰρ ἦσαν ἐν φυλακαῖς οἱ Βαβυλώνιοι, οὐδέ σφας οἷός τ’ ἦν ἑλεῖν.

Zopyrus, encouraged by an omen, determines to deceive the Babylonians by feigning desertion, after first mutilating himself.

002 Ἐνταῦθα εἰκοστῷ μηνὶ Zωπύρῳ τῳ Μεγαβύζου ἐγένετο τέρας τόδε· τῶν σιτοφόρων ἡμιόνων αὐτοῦ µία ἔτεκεν. Ὡς δὲ ἐξηγγέλθη αὐτῷ, καὶ ὑπὸ ἀπιστίας αὐτὸς ὁ Ζώπυρος εἶδε τὸ βρέφος, ἀπειπὼν τοῖς ἰδοῦσι μηδενὶ φράζειν τὸ γεγονὸς, ἐβουλεύετο. Καὶ πρὸς τὰ του Βαβυλωνίου ῥήματα ἐδόκει Ζωπύρῳ εἶναι ἁλώσιμος ἡ Βαβυλών· σὺν γὰρ θεῷ ἐκεῖνόν τε εἰπεῖν ἐνόμισε, καὶ τὴν ἡμίονον ἑαυτοῦ τεκεῖν. 003 Ὡς δὲ αὐτῷ ἐδόκει µόρσιµον εἶναι ἤδη τῇ Βαβυλῶνι ἁλίσκεσθαι, προσελθὼν Δαρείῳ ἀπεπυνθάνετο εἰ περὶ πόλλου ποιεῖται τὴν Βαβυλῶνα ἑλεῖν. Πυθόμενος δὲ ὡς πόλλου τιµῷτο, ἐβουλεύετο ὅπως αὐτός τε ἔσται ὁ ἑλὼν αὐτὴν καὶ ἑαυτοῦ τὸ ἔργον ἔσται. Ἄλλως νυν οὐκ ἐφράζετο δυνατὸς εἶναι ὑποχειρίαν αὐτὴν ποιῆσαι, εἰ μὴ ἑαυτὸν λωβησάμενος αὐτομολήσειεν ἐς αὐτούς. Ἐνταῦθα, ἐν ἐλαφρῷ ποιησάµενος, ἑαυτὸν λωβᾶται λώβην ἀνήκεστον· ἀποταμὼν γὰρ ἑαυτοῦ τὴν ῥῖνα καὶ τὰ ὦτα, καὶ τὴν κόµην κακῶς περικείρας, καὶ µαστιγώσας ἑαυτὸν ἦλθε παρὰ Δαρεῖον. 004 Δαρεῖος δὲ κάρτα βαρέως ἤνεγκεν ἰδὼν ἄνδρα δοκιµώτατον λελωβημένον. Ἔκ τε τοῦ θρόνου ἀναπηδήσας ἀνεβόησέ τε καὶ ἤρετό µιν ὅστις εἴη ὁ λωβησάμενος. Ὁ δὲ εἶπεν· “Οὐκ ἔστιν οὗτος ἀνήρ (ὅτι μὴ σύ) ᾧ ἐστι δύναμις τοσαύτη ἔμε δὴ ὧδε διαθεῖναι· οὐδέ τις ἀλλοτρίων, ὦ βασιλεῦ, τάδε εἴργασται, ἀλλ’ αὐτὸς ἐγὼ ἐμαυτόν, δεινόν τι ποιούµενος Ἀσσυρίους Πέρσαις καταγελᾶν.” 005 Ὁ δὲ ἠμείβετο· “Ὦ σχετλιώτατε ἀνδρῶν, ἔργῳ τῷ αἰσχίστῳ ὄνομα τὸ κάλλιστον ἔθου, φὰς διὰ τοὺς πολιορκουµένους σαυτὸν ἀνηκέστως διαθεῖναι. Τί δὲ, ὦ µάταιε, λελωβημένου σοῦ θᾶσσον οἱ πολέµιοι παραστήσονται; Πῶς οὐκ ἐξέπλευσας τῶν φρενῶν σαυτὸν διαφθείρας;” 006 Ὁ δὲ εἶπεν· “Εὶ μέν τοι ὑπερέθηκά σοι ἃ ἦμελλον ποιήσειν, οὐκ ἄν µε περιεῖδες· νῦν δὲ ἐπ’ ἐμαυτοῦ βαλόµενος ἔπραξα. Ἤδη οὖν, ἐὰν μὴ τῶν σῶν δεήσῃ, αἱρήσομεν Βαβυλῶνα.

Zopyrus discloses the plan by which he hopes to effect the capture of Babylon.

001 Ἐγὼ μὲν γὰρ, ὡς ἔχω, αὐτομολήσω ἔς τὸ τεῖχος καὶ φήσω πρὸς αὐτοὺς ὡς ὑπὸ σοῦ τάδε ἔπαθον· καὶ δοκῶ, πείσας αὐτοὺς ταῦτα ἔχειν οὕτω, τεύξεσθαι στρατίας. Σὺ δὲ τῇ δεκάτῃ ἡμέρᾳ χιλίους τάξον κατὰ τὰς Σεµιράµεως καλουµένας πύλας· αὖθις δὲ τῇ ἑβδόμῃ καὶ δεκάτῃ ἡμέρᾳ ἄλλους µοι τάξον δισχιλίους κατὰ τὰς Νινίων καλουμένας πύλας· μετὰ δὲ ταῦτα διαλιπὼν εἴκοσιν ἡμέρας, ἔπειτα ἄλλους κάθισον, ἀγαγὼν κατὰ τὰς Χαλδαίων καλουµένας πύλας, τετρακισχιλίους. Ἐχόντων δὲ µήτε οἱ πρότεοι ὅπλα, µήθ’ οὗτοι, πλὴν ἐγχειριδίων. Μετὰ δὲ τὴν εἰκοστὴν ἡμέραν εὐθέως τὴν μὲν ἄλλην στρατιάν κέλευσον πέριξ προσβάλλειν πρὸς τὸ τεῖχος. Πέρσας δέ µοι τάξον κατά τε τὰς Βηλίδας καλουµένας καὶ Κισσίας πύλας. Ὡς γὰρ ἐγὼ δοκῶ, ἐμοῦ µεγάλα ἔργα ἀποδειξαμένου, τά τε ἄλλα ἐπιτρέψονται ἐμοὶ Βαβυλώνιοι, καὶ δὴ καὶ τῶν πυλῶν τὰς βαλανάγρας. Τὸ δὲ ἐντεῦθεν ἐμοί τε καὶ Πέρσαις µελήσει ἃ δεῖ ποιεῖν.

The Babylonians receive Zopyrus, who pretends that he will reveal to them all Darius’ plans of attack. Elated by his apparent successes over the Persian troops, they invest him with the chief command, and he is thus enabled to betray the gates to the Persians.

001 Ταῦτα ἐντειλάμενος, ᾔει ἐπὶ τὰς πύλας, ἐπιστρεφόμενος ὡς δὴ ἀληθῶς αὐτόμολος. Ὁρῶντες δὲ ἀπὸ τῶν πύργων οἱ κατὰ τοῦτο τεταγµένοι, κατέτρεχον κάτω, καὶ ὀλίγον τι παρακλίναντες τὴν ἑτέραν πύλην ἠρώτων τίς τε εἴη καὶ ὅτου δεόµενος ἥκοι; Ὁ δὲ αὐτοῖς ἠγόρευεν ὡς εἴη τε Ζώπυρος καὶ αὐτομολοίη ἐς ἐκείνους. Ἦγον δή µιν οἱ πυλωροί, ταῦτα ὡς ἤκουσαν, ἐπὶ τὰ κοινὰ τὰ τῶν Βαβυλωνίων, καταστὰς δ’ ἐπ᾽ αὐτὰ κατῳκτίζετο. φὰς ὑπὸ Δαρείου πεπονθέναι ἃ ἐπεπόνθειν ὑφ’ ἑαυτοῦ, παθεῖν δὲ ταῦτα διότι συμβουλεύσειεν αὐτῷ ἀπανιστάναι τὴν στρατίαν, ἐπεὶ δὴ οὐδεὶς πόρος φαίνοιτο τῆς ἁλώσεως. “Νῦν τε,” ἔφη λέγων, “ἐγὼ ὑμῖν, ὦ Βαβυλώνιοι, ἥκω µέγιστον ἀγαθόν, Δαρείῳ δὲ καὶ τῇ στρατιᾷ καὶ Πέρσαις µέγιστον κακόν· οὐ γὰρ δὴ ἐμέ γε ὧδε λωβησάμενος καταπροίξεται· ἐπίσταμαι δὲ αὐτοῦ πάσας τὰς διεξόδους τῶν βουλευµάτων.” 002 Τοιαῦτα ἔλεγεν· οἱ δὲ Βαβυλώνιοι ὁρῶντες ἄνδρα τὸν ἐν Πέρσαις δοκιµώτατον ῥινός τε καὶ ὤτων ἐστερηµένον, µάστιξί τε καὶ αἵματι ἀναπεφυρμένον, πάνυ ἐλπίσαντες λέγειν αὐτὸν ἀληθῆ καὶ ἥκειν ἑαυτοῖς σύμμαχον, ἐπιτρέπεσθαι ἕτοιμοι ἦσαν πάντα ὧν ἐδεῖτο· ἐδεῖτο δὲ στρατιᾶς. 003 Ὁ δὲ ἐπεὶ αὐτῶν τοῦτο παρέλαβεν, ἐποίει ἄ περ Δαρείῳ συνεθήκατο· ἐξαγαγὼν γὰρ τῇ δεκάτῃ ἡμέρᾳ τὴν τῶν Βαβυλωνίων στρατιὰν καὶ κυκλωσάµενος τοὺς χιλίους, οὓς πρώτους ἐνετείλατο Δαρείῳ τάξαι, τούτους κατεφόνευσε, Μαθόντες δέ µιν οἱ Βαβυλώνιοι ὁμοῖα τοῖς ἔπεσι τὰ ἔργα παρεχόµενον, πάνυ περιχαρεῖς ὄντες, πᾶν δὴ ἔτοιμοι ἦσαν ὑπηρετεῖν. Ὁ δὲ διαλιπὼν ἡμέρας τὰς συγκειµένας, αὖθις ἐπελεξάμενός τινας τῶν Βαβυλωνίων ἐξήγαγε καὶ κατεφόνευσε τῶν Δαρείου στρατιωτῶν τοὺς δισχιλίους. Ἰδόντες δὲ καὶ τοῦτο τὸ ἔργον οἱ Βαβυλώνιοι πάντες Ζώπυρον εἶχον ἐν στόµασιν αἰνοῦντες. Ὁ δὲ αὖθις διαλιπὼν τὰς συγκειµένας ἡμέρας ἐξήγαγεν ἐς τὸ προειρηµένον, καὶ κυκλωσάµενος κατεφόνευσε τοὺς τετρακισχιλίους. Ὡς δὲ καὶ τοῦτο κατείργαστο, πάντα δὴ ἦν ἐν τοῖς Βαβυλωνίοις Ζώπυρος, καὶ στρατάρχης τε οὗτος καὶ τειχοφύλαξ ἀπεδέδεικτο. 004 Προσβολὴν δὲ Δαρείου κατὰ τὰ συγκείµενα ποιουµένου πέριξ τὸ τεῖχος, ἐνταῦθα δὴ πάντα τὸν δόλον ὁ Ζώπυρος ἐξέφαινεν· οἱ μὲν γὰρ Βαβυλώνιοι ἀναβάντες ἐπὶ τὸ τεῖχος ἠμύνοντο τὴν Δαρείου στρατιὰν προσβάλλουσαν, ὁ δὲ Ζώπυρος τάς τε Κισσίας καὶ Βηλίδας καλουµένας πύλας ἀναπετάσας ἐσῆκε τοὺς Πέρσας ἐς τὸ τεῖχος. Τῶν δὲ Βαβυλωνίων, οἳ μὲν εἶδον τὸ ποιηθέν, οὗτοι ἔφευγον ἐς τοῦ Διὸς τοῦ Βήλου τὸ ἱερόν· οἳ δὲ οὐκ εἶδον, ἔμενον ἐν τῇ ἑαυτοῦ τάξει ἕκαστος, ἐς ὃ δὴ καὶ οὗτοι ἔμαθον προδεδοµένοι.

Punishment inflicted on the Babylonians, and honours heaped upon Zopyrus.

001 Βαβυλὼν μέν νυν οὕτω τὸ δεύτερον ᾑρέθη. Δαρεῖος δὲ ἐπεὶ ἐκράτησε τῶν Βαβυλωνίων, τὸ μὲν τείχος περι-εῖλε, καὶ τάς πύλας πάσας ἀπέσπασε· (τὸ γὰρ πρότερον ἑλὼν Κῦρος τὴν Βαβυλῶνα ἐποίησε τούτων οὐδέτερον). Τῶν δὲ ἀνδρῶν τοὺς κορυφαίους μάλιστα ἐς τρισχιλίους ἀνεσκολόπισε, τοῖς δὲ λοιποῖς Βαβυλωνίοις ἀπέδωκε τὴν πόλιν οἰκεῖν. 002 Ζωπύρου δὲ ἀγαθουργίαν οὐδεὶς Περσῶν ὑπερεβάλετο παρὰ Δαρείῳ κριτῇ οὔτε τῶν ὕστερον γενομένων οὔτε τῶν πρότερον, ὅτι μὴ Κῦρος μόνος· (τούτῳ γὰρ οὐδεὶς Περσῶν ἠξίωσέ πω ἑαυτὸν συμβαλεῖν). Πολλάκις δὲ Δαρεῖον λέγεται γνώµην τήνδε ἀποδείξασθαι, ὡς βούλοιτο ἂν Ζώπυρον εἶναι ἀπαθῆ τῆς αἰκίας μᾶλλον ἢ Βαβυλῶνάς οἱ εἴκοσι πρὸς τῇ οὔσῃ προσγενέσθαι. Ἐτίμησε δὲ αὐτὸν µεγάλως· καὶ γὰρ δῶρά οἱ ἀνὰ πᾶν ἔτος ἐδίδου ἃ Πέρσαις ἐστὶ τιµιώτατα, καὶ τὴν Βαβυλῶνα οἱ ἔδωκεν ἀτελῆ νέµεσθαι µέχρι τῆς ἐκείνου ζωῆς, καὶ ἄλλα πολλὰ ἐπέδωκε.

A Rebuff to Darius For Disturbing the Tomb of Nitocris, Queen of Babylon.

001 Νίτωκρις ἡ τῆς Βαβυλῶνος βασίλεια ἀπάτην τοιάνδε τινὰ ἐμηχανήσατο· ὑπὲρ τῶν μάλιστα λεωφόρων πυλῶν τοῦ ἄστεως τάφον ἑαυτῇ κατεσκευάσατο µετέωρον, ἐπιπολῆς αὐτῶν τῶν πυλῶν· ἐνεκόλαψε δὲ ἐς τὸν τάφον γράμματα λέγοντα τάδε· 002 “Ἤν τις τῶν ἐμοῦ ὕστερον γιγνομένων Βαβυλῶνος βασιλέων σπανίσῃ χρημάτων, ἀνοίξας τὸν τάφον λαβέτω ὁπόσα βούλεται χρήματα· μὴ μέντοι γε, μὴ σπανίσας γε, ἄλλως ἀνοίξῃ· οὐ γὰρ ἄμεινον.” 003 Οὗτος ὁ τάφος ἦν ἀκίνητος, µέχρι οὗ ἐς Δαρεῖον περιῆλθεν ἡ βασιλεία. Δαρείῳ δὲ καὶ δεινὸν ἐδόκει εἶναι ταῖς πύλαις ταύταις μηδὲ χρῆσθαι, καὶ χρημάτων κειμένων, καὶ αὐτῶν τῶν χρημάτων ἐπικαλουμένων, μὴ λαβεῖν αὐτά. (Ταῖς δὲ πύλαις ταύταις οὐδὲν ἐχρῆτο, τοῦδε ἕνεκα, ὅτι ὑπὲρ κεφαλῆς αὐτῷ ἐγίγνετο ἂν ὁ νεκρὸς διεξελαύνοντι.) Ἀνοίξας δὲ τὸν τάφον ηὗρε χρήματα μὲν οὒ, τὸν δὲ νεκρὸν, καὶ γράμματα λέγοντα τάδε· Εἰ μὴ ἄπληστος τε ἦσθα χρημάτων, καὶ αἰσχροκερδής, οὐκ ἂν νεκρῶν θήκας ἀνέῳγες. 000 The Babylonian Wife-Market

The Beautiful women are sold to the highest bidder; the plain or deformed are given to those who will accept the lowest compensation for a poor match.

001 Κατὰ κώµας ἑκάστας ἅπαξ τοῦ ἔτους ἐποιεῖτο τάδε· ὡς αἱ παρθένοι γίγνοιντο γάμων ὡραῖαι, ταύτας ὅπως συναγάγοιεν πάσας ἐς ἓν χωρίον ἐσῆγον ἀθρόας· πέριξ δὲ αὐτὰς ἵστατο ὅμιλος ἀνδρῶν, κῆρυξ δὲ ἀνιστὰς κατὰ µίαν ἑκάστην ἐπώλει πρῶτον µεν τὴν εὐειδεστάτην ἐκ πασῶν· ἔπειτα δὲ, ὅπως αὕτῃ εὑροῦσα πολὺν χρυσίον πραθείη, ἄλλην ἀνεκήρυσσεν ἣ μετ’ ἐκείνην ἦν εὐειδεστάτη· ἐπωλοῦντο δὲ ἐπὶ συνοικήσει. Ὅσοι μὲν δὴ εὐδαίμονες τῶν Βαβυλωνίων ἦσαν ἐπίγαμοι, οὗτοι ὑπερβάλλοντες ἀλλήλους ἐξωνοῦντο τὰς καλλιστευούσας· ὅσοι δὲ τοῦ δήµου ἐπίγαμοι ἦσαν, εἴδους χρηστοῦ οὗ δεόµενοι, χρήµατά τε καὶ αἰσχίονας παρθένους ἐλάμβανον. Ὡς γὰρ δὴ διεξέλθοι ὁ κῆρυξ πωλῶν τὰς εὐειδεστάτας τῶν παρθένων, ἀνίστη ἂν τὴν ἀμορφεστάτην ἢ ἔμπηρόν τινα, καὶ ἀνεκήρυσσεν· ὅστις δὲ ἐθέλοι ἐλάχιστον χρυσίον λαβὼν συνοικεῖν αὐτῇ, τουτῷ προσεκεῖτο ἡ παρθένος. Καὶ οὕτως αἱ εὔμορφοι τὰς ἀμόρφους καὶ ἐμπήρους ἐξεδίδοσαν. Ἐκδοῦναι δὲ τὴν ἑαυτοῦ θυγατέρα ᾧ τινι βούλοιτο ἕκαστος οὐκ ἐξῆν.

Two Stories of the Alcmaeonid Family.

How Alcmaeon, the founder of the family, was enriched by Croesus.

001 Οἱ Ἀλκμαιωνίδαι ἦσαν μὲν καὶ πάλαι λαμπροὶ ἐν ταῖς Αθήναις, ἀπὸ δὲ Ἀλκμαίωνος καὶ αὖθις Μ εγακλοῦς ἐγένοντο καὶ κάρτα λαμπρί. Ὁ γὰρ Ἀλκμαίων συµπράκτωρ ἐγίγνετο τοῖς ἐκ Σάρδεων Λυδοῖς παρὰ Κροίσου ἀφικνουμένοις, καὶ συνελάµβανε προθύµως· καὶ Κροῖσος πυθόµενος ταῦτα µεταπέµπεται αὐτὸν ἐς Σάρδεις. Ἀφικόμενον δὲ δωρεῖται χρυσῷ τοσούτῳ ὅσον ἂν δύνηται τῷ ἑαυτοῦ σώµατι ἐξενέγκεσθαι ἐσάπαξ. 002 Ὁ δὲ Ἀλκμαίων ἐνδὺς χιτῶνα µέγαν καὶ κόλπον βαθὺν καταλιπόµενος τοῦ χιτῶνος, καὶ κοθόρνους οὓς ηὕρισκεν εὐρυτάτους ὄντας ὑποδησάμενος, ᾔει ἐς τὸν θησαυρόν. 002 Ἐσπεσὼν δὲ ἐς σῶρον ψήγµατος πρῶτον μὲν παρέσαξε παρὰ τὰς κνήµας ὅσον τοῦ χρυσοῦ ἐχώρουν οἱ κόθορνοι, μετὰ δὲ τὸν κόλπον πάντα πλησάµενος τοῦ χρυσοῦ, καὶ ἐς τὰς τρίχας τῆς κεφαλῆς διαπάσας τοῦ ψήγµατος, καὶ ἄλλο λαβὼν ἐς τὸ στόµα, ἐξῄει ἐκ τοῦ θησαυροῦ ἕλκων μὲν µόγις τοὺς κοθόρνους, παντὶ δέ τινι εἰκὼς μᾶλλον ἢ ἀνθρώπῳ· τό τε γὰρ στόµα ἐβέβυστο καὶ πάντα ἐξώγκωτο. Ἰδόντα δὲ τὸν Κροῖσον γέλως ἐσῆλθε, καὶ οἱ πάντα τε ἐκεῖνα δίδωσι, καὶ προσέτι ἕτερα οὐκ ἐλάσσω ἐκείνων.

How Megacles, son of Alcmaeon, was chosen by Cleisthenes, tyrant of Sicyon, as the best match in all Greece for his daughter.

002 Κλεισθένει τῷ Σικυωνέῳ τυράννῳ γίγνεται θυγάτηρ, ᾗ ὄνομα ἦν Ἀγαρίστη. Ταύτην ἠθέλησε, Ἑλλήνων ἁπάντων ἐξευρὼν τὸν ἄριστον, τούτῳ γυναῖκα προσθεῖναι. Ὀλυμπίων οὖν ὄντων ὁ Κλεισθένης, νικῶν ἐν αὐτοῖς τεθρίππῳ, κήρυγμα τοῦτο ἐποιήσατο· “ὅστις Ἑλλήνων ἑαυτὸν ἀξιος Κλεισθένους γαμβρὸς γενέσθαι, ἡκέτω ἐς Σικυῶνα, ὡς κυρώσοντος Κλεισθένους τὸν γάμον ἐν ἐνιαύτῳ.” 003 Ἔνταῦθα ὅσοι τῶν Ἑλλήνων ἦσαν ἑαυτοῖς τε καὶ πάτρᾳ ἐξωγκωμένοι ἐφοίτων µνηστῆρες· ἐκ δὲ Ἀθηνῶν ἀφίκοντο Μεγακλῆς τε ὁ Ἀλκμαίωνος, τοῦ παρὰ Κροῖσον ἀφικομένου, καὶ Ἱπποκλείδης Τισάνδρου πλούτῳ καὶ εἴδει τῶν ἄλλων Ἀθηναίων προφέρων. Ἀφικομένων δὲ τούτων ὁ Κλεισθένης πρῶτον μὲν τὰς πάτρας τε αὐτῶν ἀνεπύθετο καὶ γένος ἑκάστου· μετὰ δὲ κατέχων ἐνιαυτὸν διεπειρᾶτο αὐτῶν τῆς τε ἀνδραγαθίας καὶ τῆς ὀργῆς καὶ παιδεύσεως τε καὶ τρόπου· καὶ ἅμα ἐξένιζεν αὐτοὺς μεγαλοπρεπῶς. 004 Καὶ δή που μάλιστα τῶν μνηστήρων ἠρέσκοντο οἱ ἀπ’ Ἀθηνῶν ἀφιγμένοι· καὶ τούτων μᾶλλον Ἱπποκλείδης ὁ Τισάνδρου. Ὡς δὲ ἡ κυρία ἡμέρα ἐγίγνετο τῆς κατακλίσεως τοῦ γάμου, θύσας βοῦς ἑκατὸν ὁ Κλεισθένης εὐώχει αὐτούς τε τοὺς μνηστῆρας καὶ Σικυωνίους πάντας. Ὡς δὲ ἐδείπνησαν, οἱ μνηστῆρες ἔριν εἶχον ἀμφὶ µουσικῇ· προϊούσης δὲ τῆς πόσεως ὁ Ἱπποκλείδης, πολὺ κατέχων τοὺς ἄλλους, ἐκέλευσε τὸν αὐλητὴν αὐλῆσαι αἰτῷ ἐμμέλειαν, πειθοµένου δὲ τοῦ αὐλητοῦ ὠρχήσατο. 005 Καί πως ἑαυτῷ μὲν ἀρεστῶς ὠρχεῖτο· ὁ δὲ Κλεισθένης ὁρῶν ὅλον τὸ πρᾶγμα ὑπώπτευε. Μετὰ δὲ ὁ Ἱπποκλείδης ἐκέλευσέ τινα τράπεζαν ἐσενεγκεῖν, ἐσελθούσης δὲ τῆς τραπέζης πρῶτον μὲν ἐπ᾽ αὐτῆς ὠρχήσατο Λακωνικὰ καὶ Ἀττικὰ σχηµάτια, ἔπειτα δὲ τὴν κεφαλὴν ἐρείσας ἐπὶ τὴν τράτεζαν τοῖσι σκέλεσιν ἐχειρονόμησε. Κλεισθένης δὲ τὸ μὲν πρῶτον ὀρχουμένου αὐτοῦ, ἀποστυγῶν γαμβρὸν ἂν γενέσθαι ἑαυτῷ Ἱπποκλείδη διὰ τήν τε ὄρχησιν καὶ τὴν ἀναίδειαν, κατεῖχεν ἑαυτὸν, οὗ βούλόμενος ἐκραγῆναι ἐς αὐτόν· ὡς δὲ εἶδε τοῖς σκέλεσι χειρονομήσαντα οὐκέτι κατέχειν δυνάµενος εἶπεν· “Ὦ παῖ Τισάνδρου, ἀπωρχήσω γε μὴν τὸν γάμον.” Ὁ δὲ Ἱπποκλείδης ὑπολαβὼν εἶπεν· “Οὐ φροντὶς Ἱπποκλείδῃ.”

The final choice falls upon Megacles, the other suitors being courteously dismissed

001 Ὁ δὲ Κλεισθένης σιγὴν ποιησάµενος ἔλεξεν ἐς µέσον τάδε· “Ἄνδρες παιδὸς τὴς ἐμῆς µνηστῆρες, ἐγὼ καὶ πάντας ὑμᾶς ἐπαινῶ, καὶ πᾶσιν ὑμῖν, εἰ οἷόν τε εἴη. χαριζοίµην ἂν, µήτε ἕνα ὑμῶν ἐξαίρετον ἀποκρίνων, µήτε τοὺς λοίπους ἀποδοκιμάζων. Ἀλλ’, οὐ γὰρ οἷός τ’ εἰμὶ μιᾶς περὶ παρθένου βουλεύων πᾶσι κατὰ νοῦν ποιεῖν, τοῖς μὲν ὑμῶν ἀπελαυνομένοις τοῦδε τοῦ γάμου τάλαντον ἀργυρίου ἑκάστῳ δωρέαν δίδωµι, τῷ δὲ Μεγακλεῖ τῷ Ἀλκμαίωνος ἐγγυῶ παῖδα τὴν ἐμὴν Ἀγαρίστην.”

Exploration of Central and Southern Africa.

The Pigmies.

001 Μέχρι μὲν τεσσάρων μηνῶν πλοῦ καὶ ὁδοῦ γιγνώσκεται ὁ Νεῖλος, πάρεξ τοῦ ἐν Αἰγύπτῳ ῥεύματος, Ῥει δ’ ἀφ’ ἑσπέρας τε καὶ ἡλίου δυσμῶν. Τὸ δ’ ἀπὸ τοῦδε οὐδεὶς ἔχει σαφῶς φράσαι· ἔρημος γάρ ἐστιν ἡ χώρα αὕτη ὑπὸ καύµατος. Ἀλλὰ τάδε μὲν ἤκουσα ἀνδρῶν Κυρηναίων φαμένων ἐλθεῖν τε ἐπὶ τὸ Ἄμμωνος χρηστήριον καὶ ἀφικέσθαι ἐν λόγους Ἐτεάρχῳ τῷ Ἀμμωνίων βασιλεῖ· καί πως ἐκ λόγων ἄλλων ἀφίκοντο ἐς λέσχην περὶ τοῦ Νείλου, ὡς οὐδεὶς οἶδε τὰς πηγὰς αὐτοῦ. Ὁ δὲ Ἐτέαρχος ἔφη ἐλθεῖν ποτε παρ’ ἑαυτὸν Νασαμῶνας ἄνδρας, οἳ, ἐρωτώμενοι εἴ τι ἔχουσι πλέον λέγειν περὶ τῶν ἐρήμων τῆς Λιβύης, ἔφασαν παρ’ ἑαυτοῖς γενέσθαι ἀνδρῶν δυναστῶν παῖδας ὑβριστάς, οἳ ἄλλα τε µηχανῴντο ἀνδρωθέντες περισσὰ καὶ δὴ καὶ ἀποκληρώσειαν πέντε ἑαυτῶν ὀψόμενους τὰ ἔρημα τῆς Λιβύης, Τῆς γὰρ Λιβύης τὰ μὲν κατὰ τὴν βορείαν θάλασσαν, ἀπ’ Αἰγύπτου ἀρξάμενοι µέχρι Σολόεντος ἄκρας, ἣ τελευτᾷ τῆς Λιβύης, οἰκοῦσι Λίβυες καὶ Λιβύων ἔθνη πολλὰ, πλὴν ὅσον Ἕλληνες καὶ Φοίνικες ἔχουσι· τὰ δὲ καθύπερθε τούτων θηριώδης ἐστὶν ἡ Λιβύη· τὰ δὲ καθύπερθε τῆς θηριώδους ψάµµος τέ ἐστι καὶ ἄνυδρος δεινῶς καὶ ἔρημος πάντων. 002 Οἱ οὖν νεάνιαι, ὡς ἔφασαν οἱ Νασαμῶνες, ἀποπεμπόµενοι ὑπὸ τῶν ἡλίκων, ὑδατί τε καὶ σιτίοις εὖ ἐξηρτυμένοι, ᾖσαν πρῶτον μὲν διὰ τῆς οἰκουμένης· ταύτην δὲ διεξελθόντες ἐς τὴν θηριώδη ἀφίκοντο, ἐκ δὲ ταύτης τὴν ἔρημον διέξῃσαν, τὴν ὁδὸν ποιούµενοι πρὸς ζέφυρον ἄνεμον. Διεξελθόντες δὲ χῶρον πολὺν ψαμµώδη καὶ ἐν πολλαῖς ἡμέραις, εἶδον δή ποτε δένδρεα ἐν πεδίῳ πεφυκότα, καὶ προσελθόντες ἥπτοντο τοῦ ἔποντος ἐπὶ τῶν δενδρῶν καρποῦ· ἁπτομένοις δὲ αὐτοῖς ἐπῆλθον ἄνδρες σμικροὶ, µετρίων ἐλάσσονες ἀνδρῶν, λαβόντες δὲ ἦγον αὐτοὺς δι’ ἑλῶν µεγίστων, καὶ διεξελθόντες ταῦτα ἀφίκοντο ἐς πόλιν ἐν ᾗ πάντες ἦσαν ἴσοι τοῖς ἄγουσι τὸ μέγεθος, χρῶμα δὲ µέλανες. Παρὰ δὲ τὴν πόλιν ἔρρει ποταμὸς μέγας, ἔρρει δ’ ἀφ' ἑσπέρας πρὸς ἥλιον ἀνατέλλοντα, ἐφαίνοντο δὲ ἐν αὐτῷ κροκόδειλοι. 003 Ὁ μὲν δὴ τοῦ Ἀμμωνίου Ἐτεάρχου λόγος ἐς τοῦτό μοι δεδηλώσθω, πλὴν ὅτι ἀπονοστῆσαί τε ἔφη τοὺς Νασαμῶνας, ὡς οἱ Κυρηναῖοι ἔλεγον, καὶ τοὺς ἀνθρώπους, ἐς οὓς οὗτοι ἀφίκοντο, γοήτας εἶναι ἅπαντας. Τὸν δὲ δὴ ποταμὸν τουτον Ἐτέαρχος συνεβάλλετο εἶναι τὸν Νεῖλον.

The Aethiopians.

The “Long-lived” Aethiopians, dwelling in South Africa, defy Cambyses, the king of Persia. “The Table of the Sun.”

001 Ἐβουλεύσατό ποτε ὁ Καμβύσης στρατείαν ἐπὶ τοὺς Μακροβίους Αἰθίοπας, οἰκουμένους Λιβύης ἐπὶ τῇ νοτίᾳ θαλάσσῃ. Ἔδοξε δὲ αὐτῷ πρῶτον κατόπτας ἀποστέλλειν, ὀψομένους τε τὴν ἐν τούτοις τοῖς Αἰθίοψι λεγομένην εἶναι ἡλίου τράπεζαν εἰ ἔστιν ἀληθῶς, καὶ πρὸς ταύτῃ τὰ ἄλλα κατοψοµένος, δῶρα δὲ τῷ λόγω φέροντας τῷ βασιλεῖ αὐτῶν. 002 Ἡ δὲ τράπεζα του ἡλίου τοιάδε τις λέγεται εἶναι· Δειμών ἐστιν ἐν τῷ προαστείῳ ἐπίπλεως κρεῶν ἑφθῶν πάντων τῶν τετραπόδων, ἐς ὃν τὰς μὲν νύκτας τιθέασι τὰ κρέα οἱ ἐν τέλει ὄντες, τὰς δὲ ἡμέρας δαίνυται προσιὼν ὁ βουλόµενος. Οἱ δὲ ἐπιχώριοί φασι ταῦτα τὴν γῆν αὐτὴν ἀναδιδόναι ἑκάστοτε. 003 Ἡ μὲν δὴ τράπεζα τοῦ ἡλίου καλουµένη λέγεται εἶναι τοιάδε. Καμβύσῃ δὲ ὡς ἔδοξε πέµπειν τοὺς κατασκόπους, αὐτίκα µετεπέµπετο ἐξ Ἐλεφαντίνης πόλεως τῶν Ἴχθυοφάγων ἀνδρῶν τινας ἐπισταμένους τὴν Αἰθιοπίδα γλῶσσαν. Ἐπεὶ δὲ ἀφίκοντο ἔπεμπεν αὐτοὺς ἐς τοὺς Αἰθίοπας, ἐντειλάµενος ἃ λέγειν χρῆν, δῶρα φέροντας πορφυροῦν τε εἷμα καὶ χρυσοῦν στρεπτὸν περιαυχένιον καὶ ψέλια καὶ µύρου ἀλάβαστρον καὶ φοινικείου οἴνου κάδον. 004 Οἱ δὲ Αἰθίοπες οὗτοι λέγονται εἶναι µέγιστοι καὶ κάλλιστοι ἀνθρώπων πάντων· νόμοις δὲ καὶ ἄλλοις χρῶνται κεχωρισµένοις τῶν ἄλλων ἀνθρώπων, καὶ δὴ καὶ κατὰ τὴν βασιλείαν τοιῷδε· ὃν ἂν τῶν ἀστῶν κρίνωσι µέγιστόν τε εἶναι καὶ κατὰ τὸ μέγεθος ἔχειν τὴν ἰσχύν, τοῦτον ἀξιοῦσι βασιλεύειν. 005 Ἐς τούτους δὴ οὖν τοὺς ἄνδρας ὡς ἀφίκοντο οἱ Ἰχθνοφάγοι, διδόντες τὰ δῶρα τῷ βασιλεῖ αὐτῶν ἔλεγον τάδε· “Βασιλεὺς ὁ Περσῶν Καμβύσης βουλόµενος φίλος καὶ ξένος σοι γενέσθαι, ἡμᾶς τε ἀπέπεμψεν, ἐς λόγους ἐλθεῖν κελεύων, καὶ δῶρα ταῦτά σοι δίδωσι, οἷς καὶ αὐτὸς μάλιστα ἥδεται χρώµενος. 006 Ὁ δὲ Αἰθίοψ μαθὼν ὅτι κάτοπται ἥκοιεν λέγει πρὸς αὐτοὺς τοιάδε· “Οὔτε ὁ Περσῶν βασιλεὺς δῶρα ὑμᾶς ἔπεμψε φέροντας βουλόμενος ἐμοὶ ξένος γενέσθαι, οὔτε ὑμεῖς λέγετε ἀληθῆ (ἥκετε γὰρ κάτοπται τῆς ἐμῆς ἀρχῆς), οὔτε ἐκεῖνος ἀνήρ ἐστι δίκαιος· εἰ γὰρ ἦν δίκαιος, οὔτ’ ἂν ἐπεθύμησε χώρας ἄλλης ἢ τῆς ἑαυτοῦ, οὔτ’ ἂν ἐς δουλοσύνην ἀνθρώπους ἦγεν ὑφ’ ὧν οὐδὲν ἠδίκηται. Νῦν δὲ αὐτῷ τόξον τόδε διδόντες τάδε ἔπη λέγετε· “Βασιλεὶς ὁ Αἰθιόπων συμβουλεύει τῷ Περσῶν βασιλεῖ, τότε ἐπ᾽ Αἰθίοπας τοὺς µακροβίους στρατεύεσθαι, ἐπὰν οὕτως εὐπετῶς Πέρσαι ἕλκωσι τὰ τόξα ὄντα µεγέθει τοσαῦτα· µέχρι δὲ τούτου θεοῖς εἰδέναι χάριν, οἳ οὐκ ἐπὶ νοῦν τρέπουσιν Αἰθίοψι γῆν ἄλλην προσκτᾶσθαι τῇ ἑαυτῶν.” Ταῦτα δὲ εἰπὼν καὶ ἀνεἰς τὸ τόξον παρἔδωκε τοῖς ἥκουσι.

The Aethiopian King despises the dyed garment, and the perfume, and the gold ornaments presented to him by the Persians, but is delighted with their win, which he declares to be the redeeming feature in Persian diet.

001 Λαβὼν δὲ τὸ εἷμα τὸ πορφυροῦν ἤρετο ὅτι εἴη καὶ ὅπως πεποιηµένον· εἰπόντων δὲ τῶν Ἰχθυοφάγων τὴν ἀληθείαν περὶ τῆς πορφύρας καὶ τῆς βαφῆς, δολεροὺς μὲν τοὺς ἀνθρώπους ἔφη εἶναι, δολερὰ δὲ αὐτῶν τὰ εἵματα. Δεύτερον δὲ περὶ τοῦ χρυσοῦ περιαυχενίου ἤρετο καὶ περὶ τῶν ψελίων· ἐξηγουμένων δὲ τῶν Ἰχθυοφάγων, γελάσας ὁ βασιλεὺς καὶ νοµίσας αὐτὰ εἶναι πέδας εἶπεν ὡς παρ’ ἑαυτοῖς εἰσὶ ῥωμαλεώτεραι τούτων πέδαι. Τρίτον δὲ ἤρετο περὶ τοῦ µύρου· εἰπόντων δὲ αὐτῶν περὶ τῆς ποιήσεως καὶ ἀλείψεως, τὸν αὐτὸν λόγον, ὃν καὶ περὶ τοῦ εἵματος, εἶπεν. Ὡς δὲ ἐς τὸν οἶνον ἀφίκετο καὶ ἐπύθετο αὐτοῦ τὴν ποίησιν, ὑπερησθεὶς τῷ πόµατι ἐπήρετο ὁ βασιλεὺς ὅ τι σιτοῦνται οἱ Πέρσαι καὶ ὁπόσον χρόνον µακρότατον ἀνὴρ Πέρσης ζῇ. Οἱ δὲ σιτεῖσθαι μὲν τὸν ἄρτον ἔφασαν, ἐξηγησάµενοι τῶν πυρῶν τὴν φύσιν, ὀγδοήκοντα δὲ ἔτη ζωῆς πλήρωμα µακρότατον ἀνδρὶ προκεῖσθαι. Πρὸς ταῦτα ὁ Αἰθίψ ἔφη οὐδὲν θαυμάζειν εἰ σιτούµενοι κόπρον ἔτη ὀλίγα ζῶσιν· οὐδὲ γὰρ ἂν τοσαῦτα ἔφη δύνασθαι ζῆν αὐτούς, εἰ μὴ τῷ πόµατι ἀνέφερον, (φράζων τὸν οἶνον)· τούτῳ γὰρ ἑαυτοὺς ὑπὸ Περσῶν ἠσσᾶσθαι.

Secret of the long life of these Aethiopians—their diet and the miraculous power of a certain fountain.

001 Ἀντερομένων δὲ τὸν βασιλέα τῶν Ἰχθυοφάγων περὶ τῆς ζωῆς καὶ διαίτης, ἔφη ἔτη μὲν ἐς εἴκοσι καὶ ἑκατὸν τοὺς πόλλους αὐτῶν ἀφικνεῖσθαι, ὑπερβάλλειν δέ τινας καὶ ταῦτα, σίτησιν δὲ εἶναι κρέα ἑφθὰ καὶ πόµα γάλα. Θαῦμα δὲ ποιουµένων τῶν κατασκόπων περὶ τῶν ἐτῶν, ἐπὶ κρήνην σφι ἡγήσατο, ἀφ’ ἧς λουόµενοι λιπαρώτεροι ἐγίγνοντο, καθάπερ εἰ ἐλαίου ἡ κρήνη εἴη, ὦζε δ’ ἀπ’ αὐτῆς ὡς εἰ ἴων. Ἀσθενὲς δὲ τὸ ὕδωρ τῇς κρήνης ταύτης οὕτω δή τι ἔλεγον εἶναι οἱ κατάσκοποι ὥστε μηδὲν οἷόν τ’ εἶναι ἐπ᾽ αὐτοῦ ἐπιπλεῖν, µήτε ξύλον µήτε ὅσα ξύλου ἐστὶν ἐλαφρότερα, ἀλλὰ πάντα χωρεῖν ἐς βυσσόν. Καὶ διὰ τὸ ὕδωρ τοῦτο, εἰ ἐστὶν ἀληθῶς οἷόν τι λέγεται, µακρόβιοι ἂν εἶεν, ἐς πάντα χρώµενοι. 002 Ἀπὸ τῆς κρήνης δὲ ἀπαλλαχθέντων αὐτῶν, ἤγαγεν ὁ βασιλεὺς ἐς τὸ δεσµωτήριον, ἔνθα οἱ πάντες ἐν πέδαις Χρυσαῖς ἐδέδεντο, "στι δὲ ἐν τούτοις τοῖς Αἰθίοψι ὁ χαλκός πάντων σπανιώτατον καὶ τιµιώτατον. Θεασάµενοι δὲ τὸ δεσµωτήριον ἐθεάσαντο καὶ τῆν τοῦ ἡλίου λεγοµένην τράπεζαν. Θεασάµενοι δὲ πάντα ἀπαλλάσσονται ὀπίσω.

Frenzied and disastrous expeditions of Cambyses against the Aethiopians.

001 Ἀπαγγειλάντων δὲ τῶν κατασκόπων ταῦτα, αὐτίκα ὁ Καμβύσης ὀργὴν ποιησάµενος ἐστρατεύετο ἐπὶ τοὺς Αἰθίοπας, οὔτε παρασκενὴν σίτου οἰδεμίαν παραγγείλας οὔτε λόγον ἑαυτῷ δοὺς ὅτι ἐς τὰ ἔσχατα γῆς ἤμελλε στρατεύσεσθαι· οἷα δὲ ἐμμανής τε ὢν καὶ οὐ φρενηρὴς, ὡς ἥκουε τῶν Ἰχθυοφάγων, ἐστρατεύετο πάντα τὸν πέζον ἃμα ἀγόμενος, Πρὶν δὲ τῆς ὁδοῦ τὸ πέµπτον µέρος διεληλυθέναι τὴν στρατιὰν, αὐτίκα τὰ σιτία ἐπελελοίπειν αὐτοὺς, μετὰ δὲ τὰ σιτία καὶ τὰ ὑποζύγια ἐπέλιπε κατεσθιόµενα. Εὶ μέν νυν μαθὼν ταῦτα ὁ Καμβύσης ἐγνωσιμάχει καὶ ἀπῆγεν ὀπίσω τὸν στρατόν, ἐπὶ τῇ ἀρχῆθεν γενομένῃ ἁμαρτάδι ἦν ἂν ἀνὴρ σοφός· νῦν δὲ οὐδένα λόγον ποιούµενος ᾔει ἀεὶ ἐς τὸ πρόσω. Οἱ δὲ στρατιῶται, ἕως μέν τι εἶχον ἐκ τῆς γῆς λαμβάνειν, ποιηφαγοῦντες διέζων· ἐπεὶ δὲ ἐς τὴν ψάμµον ἀφίκοντο, δεινὸν ἔργον αὐτῶν τινες εἰργάσαντο· ἐκ δεκάδος γὰρ ἕνα ἑαυτῶν ἀποκληρώσαντες κατέφαγον. Πυθόμενος δὲ ταῦτα ὁ Καμβήσης, δείσας τὴν ἀλληλοφαγίαν, ἀφεὶς τὸν ἐπ᾽ Αἰθίοπας στόλον ὀπισὼ ἐπορεύετο, καὶ ἀφικνεῖται ἐς Θήβας πολλοὺς ἀπολέσας τοῦ στρατοῦ.

Narrative of the Battle of Salamis, 480. B.C.

001 Ten years after the defeat of the Persians at Marathon, 490 B.C., Xerxes, who came to the throne in 485 B.C., executed another invasion of Greece on an enormous scale both by land and sea. His land forces were to march round by the northern coasts of the Aegean Sea, and down into Greece by way of Thessaly, and the fleet was to accompany them as nearly as possible along the coast. No real opposition was encountered till they came to the Pass of Thermopylae where the Spartans made their heroic stand. When the Spartans had been betrayed and cut to pieces, the Persians were enabled to overrun Boeotia and Attica without opposition. Simultaneously with the fighting at Thermopylae naval engagements had taken place near by between the Persians and Greeks off Artemisium, where the Greek navy had first taken up its station. The Greeks had rather the best of the contest, but they determined, mainly on the account of the defeat of the Spartans at Thermopylae, to retire southwards. The island of Salamis was chosen as their next station, chiefly in order to enable the Athenian fleet to transport their wives and children and moveable property to that place of refuge. Meanwhile the Persian army occupied Athens, and captured the Acropolis where a few defenders had made a stand; while the fleet followed the Greek navy and took up a position opposite to it off the coast of Attica. At this point the text begins.

On hearing of the capture of Athens by the Persians under their king Xerxes, the Greek naval commanders, seized with a panic, determine to abandon their position at Salamis, and to retire to the Isthmus of Corinth. An Athenian points out to Themistocles the fatal consequences that this would involve to the whole Greek cause.

001 Οἱ δὲ ἐν Σαλαμῖνι Ἕλληνες, ὡς αὐτοῦ ἐξηγγέλθη ὡς ἔσχε τὰ περὶ τὴν Ἀθηναίων ἀκρόπολιν, ἐν τοσοῦτον θόρυβον ἀφίκοντο ὥστε ἔνιοι τῶν στρατηγῶν ἔς τε τὰς ναῦς ἐσέπιπτον καὶ ἵστια ἤραντο ὡς ἀποθευσόμενοι· τοῖς τε ὑπολειπομένοις αὐτῶν ἐκυρώθη πρὸ τοῦ Ἴσθμου ναυμαχεῖν. Νύξ τε ἐγίγνετο καὶ οἳ, διαλυθέντες ἐκ τοῦ συνεδρίου, ἐσέβαινον ἐς τὰς ναῦς. 002 Ἐνθαῦτα δὴ Θεμιστοκλέα ἀφικόμενον ἐπὶ τὴν ναῦν ἤρετο Μνησίφιλος, ἀνὴρ Ἀθηναῖος, ὅ τι εἴη βεβουλευµένον. Πυθόμενος δὲ πρὸς αὐτοῦ ὡς εἴη δεδογµένον ἀνάγειν τὰς ναῦς πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοπον νήσου ναυμαχεῖν, εἶπεν· “Οὔτοι ἄρα, ἐὰν ἀπαίρωσι τὰς ναῦς ἀπὸ Σαλαμῖνος, περὶ οὐδεμιᾶς ἔτι πατρίδος ναυµαχήσεις· κατὰ γὰρ πόλεις ἕκαστοι τρέψονται, καὶ οὔτε σφάς Εὐριβιάδης κατέχειν δυνήσεται οὔτε τις ἀνθρώπων ἄλλος· ἀπολεῖταί τε ἡ Ἑλλὰς ἀβουλίαις. Ἀλλ’ εἴ τις ἐστὶ μηχανὴ, ἴθι καὶ πειρῶ διαχέαι τὰ βεβουλευμένα, ἐάν πως δύνῃ ἀναγνῶσαι Εὐριβιάδην µεταβουλεύσασθαι ὥστε αὐτοῦ μενεῖν.

Urged by Themistocles, Euribiades recalls the meeting. Retort of Themistocles to the Corinthian admiral.

001 Κάρτα δὴ τῷ Θεμιστοκλεῖ ἤρεσεν ἡ ὑποθήκη, καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ᾔει ἐπὶ τὴν ναῦν τὴν Ἐὐριβιάδου. Ἀφικόμενος δὲ ἔφη θέλειν αὐτῷ κοινόν τι πρᾶγμα συμμῖξαι· ὁ δ’ αὐτὸν ἐς τὴν ναῦν ἐκέλευεν ἐσβάντα λέγειν, εἴ τι θέλει. 002 Ἐνταῦθα ὁ Θεμιστοκλῆς παριζόµενός οἱ καταλέγει ἐκεῖνά τε πάντα ἃ ἤκουσε Μνησιφίλου καὶ ἄλλα πολλὰ προστιθεὶς, ἐς ὃ ἀνέγνωσεν ἔκ τε τῆς νεὼς ἐκβῆναι, συλλέξαι τε τοὺς στρατηγοὺς ἐς τὸ συνέδριον. Ὡς δὲ ἄρα συνελέχθησαν, πρὶν τὸν Εὐριβιάδην προθεῖναι τὸν λόγον ὧν ἕνεκα συνήγαγε τοὺς στρατηγοὺς, πόλλ’ ἔλεγε ὁ Θεμιστοκλῆς οἷα κάρτα δεόµενος. Λέγοντος δὲ αὐτοῦ, ὁ Κορίνθιος στρατηγὸς Ἀδείμαντος εἶπεν· “Ὦ Θεμιστοκλεῖς, ἐν τοῖς ἀγῶσιν οἱ προεξανιστάµενοι ῥαπίζονται.” Ὁ δὲ ἀπολυόμενος ἔφη “Οἱ δέ γε ἐγκαταλειπόμενοι οὐ στεφανοῦνται.”

Speech of Thucydides on the advantages of remaining at Salamis.

001 Τότε μὲν ἠπίως πρὸς τὸν Κορίνθιον ἠμείψατο· πρὸς δὲ τὸν Eὐριβιάδην ἔλεγε τάδε· 002 Ἐν σοὶ νῦν ἐστι σῶσαι τὴν Ἑλλάδα, ἐὰν ἐμοὶ πειθόµενος ναυμαχίων αὐτοῦ µένων ποιῇ, µήδε ὀναζεύξῃς, πρὸς τὸν Ἴσθμὸν τὰς ναῦς. Πρῶτον μὲν γὰρ ἐν στενῷ συµβάλλοντες ναῦσιν ὀλίγαις πρὸς πολλὰς, ἣν τὰ εἰκότα ἐκ τοῦ πολέμου ἐκβαίνῃ, πολὺ κρατήσοµεν· τὸ γὰρ ἐν στενῷ ναυμαχεῖν πρὸς ἡμῶν ἐστίν, ἐν εὐρυχωρίᾳ δὲ πρὸς ἐκείνων. Αἶθις δὲ Σαλαμὶς περιγίγνεται, ἐς ἣν ἡμῖν ὑπεκκεῖται τέκνα τε καὶ γυναῖκες. Καὶ μὴν ὁμοίως αὐτοῦ τε µένων καὶ πρὸς τῷ Ἰσθμῷ προναυµαχήσεις τῆς Πελοποννήσου, οὐδ’ αὐτοὺς, εἴπερ εὖ φρονεῖς, ἄξεις ἐπὶ τὴν Πελοπόννησον. Ἢν δέ γε ἃ ἐγὼ ἐλπίζω γένηται καὶ νικήσωµεν ταῖς ναῦσιν, οὔτε ὑμῖν ἐς τὸν Ἰσθμὸν παρέσονται οἱ βάρβαροι, οὔτε προβήσονται ἑκαστέρω τῆς Ἀττικῆς· ἀπίασί τε οὐδενὶ κόσµῳ.

Attacked by Adeimantus. Themistocles, as a conclusive argument in favour of staying at Salamis, declares that otherwise the whole Athenian fleet and people will sail off and found a new home for themselves in Italy. Euribiades and the rest are thus persuaded to remain.

001 Ταῦτα λέγοντος Θεμιστοκλοῦς αὖθις ὁ Κορίνθιος Ἀδείµαντος ἐπεφέρετο, σιγᾶν τε κελεύων αὐτὸν ᾧ µή ἐστι πατρὶς, καὶ Εὐριβιάδην οὐκ ἐῶν ἐπιψηφίζειν ἀπόλει ἀνδρί· (ταῦτα δὲ εἶπεν, ὅτι ἠλώκεσάν τε καὶ κατείχοντο αἱ Ἀθῆναι). 002 Τότε δὴ ὁ Θεμιστοκλῆς ἐκεῖνόν τε καὶ τοὺς Κορινθίους πολλά τε καὶ κακὰ ἔλεγεν, ἐδήλου τε λόγῳ ὡς ἑαυτοῖς εἴη καὶ πόλις καὶ γῆ µείζων ἤ περ ἐκείνοις, ἕως ἂν διακόσιαι νῆες ἑαυτοῖς ὦσι πεπληρωµέναι· οὐδαμοὺς γὰρ ἔφη Ἑλλήνων αὐτοὺς ἐπιόντας ἀποκρούσεσθαι. 003 Σημαίνων δὲ ταῦτα, τῷ λόγῳ διέβαινεν ἐς Εὐριβιάδην, λέγων μᾶλλον ἐπιστριφῶς· “Σὺ εἰ μενεῖς αὐτοῦ, καὶ µένων ἀνὴρ ἄγαθος ἔσει,—εἰ δὲ μὴ, ἀνατρέψεις τὴν Ἑλλάδα, Ἀλλ’ ἐμοὶ πείθου· εἰ δὲ μὴ ταῦτα ποιήσεις, ἡμεῖς μὲν ὡς ἔχομεν, ἀναλαβόντες τοὺς οἰκέτας, κομιούµεθα ἐς Σῖριν τὴν ἐν Ἰπαλίᾳ, (ἥ περ ἡμετέρα τε ἐστὶν ἐκ παλαιοῦ, καὶ τὰ λόγια λέγει ὅτι ὑφ’ ἡμῶν δεῖ αὐτὴν κτισθῆναι)· ὑμεῖς δὲ συμμάχων τοιῶνδε µονωθέντες µεμνήσεσθε τῶν ἐμῶν λόγων.” 004 Ταῦτα δὲ θεμιστοκλοῦς λέγοντος ἀνεδιδάσκετο Εὐριβιάδης· ἀπολιπόντων γὰρ Ἀθηναίων, οὐκέτι ἂν ἐγίγοντο ἀξιόμαχοι οἱ λοιποί. Ἰαύτην δὲ τὴν γνώµην αἱρεῖται αὐτοῦ μένοντας διαναυμαχεῖν.

Alarmed at the proximity of the Persian fleet, the resolution of the Greeks is again shaken. Themistocles however compels them to stay by a stratagem: he sends a secret messenger to the Persians, feigning treachery, and persuades them to cut off the retreat of the Greek fleet during the night.

001 Οἱ δὲ Πέρσαι ἀνῆγον τὰς ναῦς ἐπὶ τὴν Σαλαμῖνα καὶ παρεκρίθησαν διαταχθέντε καθ’ ἡσυχίαν· καὶ ναυμαχεῖν παρεσκευάζοντο ἐν τὴν ὑστεραίαν. Τοὺς δὲ Ἓλληνας εἶχε δέος τε καὶ ὀρρωδία, οὐχ οὕτω περὶ ἑαυτοῖς δειµαίνοντες ὡς περὶ τῇ Πελοποννήσῳ. Αὖθις δὲ σύλλογος ἐγίγνετο, καὶ οἱ μὲν ἔλεγον ὡς ἐς τὴν Πελοπόννησον χρεὼν εἴη ἀποπλεῖν καὶ περὶ ἐκείνης κινδυνεύειν, μηδὲ πρὸ χώρας δοριαλώτου μένοντας µάχεσθαι, οἱ δὲ Ἀθηναῖοι καὶ Αἰγινῆται καὶ Μεγαρεῖς ὡς χρείη αὐτοῦ μένοντας ἀμύνεσθαι. 002 Ἐνταῦθα Θεμιστοκλῆς ὡς ἡσσᾶτο τῇ γνώμῃ ὑπὸ τῶν Πελοποννησίων, λαθὼν ἐξέρχεται ἐκ τοῦ συνεδρίου, ἐξελθὼν δὲ πέµπει ἐς τὸ στρατόπεδον τὸ Μήδων ἄνδρα πλοίῳ, ἐντειλάμενος ἃ λέγειν χρή, ᾧ ὄνομα μὲν ἦν Σίκιννος, οἰκέτης δὲ καὶ παιδαγωγὸς ἦν τῶν Θεμιστοκλοῦς παίδων. Ἀφικόμενς δὲ οὗτος ἔλεγε πρὸς τοὺς τῶν βαρβάρων στατηγοὺς τάδε· “Ἔπεμψέ µε στρατηγὸς ὁ Ἀθηναίων λάθρᾳ τῶν ἄλλων Ἑλλήνων (τυγχάνει γὰρ βουλόµενος μᾶλλον τὰ ὑμέτερα καθύπερθε γίγνεσθαι ἢ τὰ τῶν Ἑλλήνων πράγματα), φράσοντα ὅτι οἱ Ἕλληνες δρασμὸν βουλεύονται κατορρωδηκότες· καὶ νῦν παρέχει κάλλιστον ὑμᾶς ἔργων ἁπάντων ἐξεργάσασθαι, ἢν μὴ περιίδητε διαδράντας αὐτούς· οὔτε γὰρ ἀλλήλοις ὁμοφρονοῦσιν οὔτε ἀντιστήσονται ὑμῖν, πρὸς ἑαυτούς τε ὄψεσθε ναυμαχοῦντας τοὺς τὰ ὑμέτερα φρονοῦντας καὶ τοὺς μή.” 003 Ὁ μὲν ταῦτά σφι σηµήνας ἐκποδὼν ἀπηλλάσσετο: τοῖς δὲ ὡς πιστὰ ἐγένετο τὰ ἀγγελθέντα, ἐπειδὴ ἐγίγνοντο µέσαι νύκτες ἀνῆγον τὸ ἀφ' ἑσπέρας κέρας κυκλούµενοι πρὸς τὴν Σαλαμῖνα, κατεῖχόν τε μέχρι Μουνυχίαο 3ο πάντα τὸν πορθμὸν ταῖς ναυσί. Τῶνδε δὲ ἕνεκα ἀνῆγον τὰς ναῦς ἵνα δὴ τοῖς Ἕλλησι μηδὲ φυγεῖν ἐξεη, ἀλλ’ ἀποληφθέντες ἐν τῇ Σαλαμῖνι δοῖεν τίσιν τῶν ἐπ λΑρτεμισίῳ ἀγωνισμάτων.

The Persian movements are reported by Aristides, an old opponent of Themistocles, with whom he is now reconciled.

001 Τῶν δὲ ἐν Σαλαμῖνι στρατηγῶν ἐγίγνετο ὠθισμὸς λόγων πολύς· ᾖσαν δὲ οὔπω ὅτι περιεκυκλοῦντο ἑαυτοὺς ταῖς ναυσὶν οἱ βάρβαροι. Συνεστηκότων δὲ τῶν στρατηγῶν, ἐξ Αἰγίνης διέβη Ἀριστείδης ὁ Λυσιμάχου, ἀνὴρ Ἀθηναῖος μὲν ἐξωστρακισµένος δὲ ὑπὸ τοῦ δήµου, ὃν ἐγὼ νενόµικα, πυνθανόµενος αὐτοῦ τὸν τρόπον, ἄριστον ἄνδρα γενέσθαι ἐν Ἀθήναις καὶ δικαιότατον. 002 Οὗτος ὁ ἀνὴρ στὰς ἐπὶ τὸ συνέδριον ἐξεκαλεῖτο Θεμιστοκλέα, ὄντα μὲν ἑαυτῷ οὐ φίλον, ἐχθρὸν δὲ τὰ μάλιστα· ὑπὸ δὲ μεγέθους τῶν παρόντων κακῶν λήθην ἐκείνων ποιούµενος ἐξεκαλεῖτο, ἐθέλων αὐτῷ συμμῖξαι. Προακηκόει δὲ ὅτι σπεύδοιεν οἱ ἀπὸ Πελοποννήσου ἀνάγειν τὰς ναῦς πρὸς τὸν Ἰσθμόν. 003 Ὡς δὲ ἐξῆλθε Θεμιστοκλῆς, ἔλεγεν Ἀριστείδης τάδε· “Ἡμᾶς στασιάζειν χρεών ἐστιν ἔν τε τῷ ἄλλῳ καιρῷ, καὶ δὴ καὶ ἐν τῴδε περὶ τοῦ ὁπότερος ἡμῶν πλείω ἀγαθὰ τὴν πατρίδα ἐργάσεται. Λέγω δέ τοι ὅτι ἴσον ἐστὶ πολλά τε καὶ ὀλίγα λέγειν περὶ ἀποπλοῦ τοῦ ἐντεῦθεν. Ἐγὼ γὰρ αὐτόπτης τοι γενόμενος λέγω ὅτι νῦν, οὐδ’ ἢν θέλωσι Κορίνθιοί τε καὶ αὐτὸς Εὐριβιάδης, οἷοί τε ἔσονται ἐκπλεῦσαι· περιεχόµεθα γὰρ ὑπὸ τῶν πολεµίων κύκλῳ. Ἀλλ’ ἐσελθὼν ταῦτα αὐτοῖς σήμηνον.

At Themistocles’ request, Aristides announces the news in person to the Council; but they remain incredulous until the report is confirmed by some deserters.

001 Ὁ δὲ ἡμείβετο τοῖσδε· “Κάρτα τε χρηστὰ διακελεύει καὶ εὖ ἤγγειλας· ἃ γὰρ ἐγὼ ἐδεόµην γενέσθαι αὐτὸς αὐτόπτης γενόμενος ἥκεις. Ἴσθι γὰρ ἐξ ἐμοῦ τὰ ποιούµενα ὑπὸ Μήδων· ἔδει γὰρ, ὅτε οὐχ ἔκοντες ἤθελον ἐς µάχην καθίστασθαι οἱ Ἕλληνες, ἄκοντας παραστήσασθαι. Σὺ δὲ ἐπεί περ ἥκεις χρηστὰ ἀπαγγέλλων, αὐτός σφι ἄγγειλον· ἤν γὰρ ἐγω αὐτὰ λέγω δόξω πλάσας λέγειν. Ἐπὰν δὲ σηµήνῃς, ἢν μὲν πείθωνται, ταῦτα δὴ τὰ κάλλιστα ἔσται· ἢν δὲ αὐτοῖς μὴ πιστὰ γένηται ταῦτα, ὅμοιον ἡμῖν ἔσται· οὐ γὰρ ἐτὶ διαδράσονται, εἴ περ περιεχόµεθα πανταχόθεν, ὡς σὺ λέγεις.” 002 Ταῦτα ἔλεγε παρελθὼν ὁ Ἀριστείδης, φάµενος ἐξ ὁ Αἰγίνης τε ἥκειν καὶ µόγις ἐκπλεῦσαι λαθὼν τοὺς ἐφορμοῦντας· περιέχεσθαι γὰρ πᾶν τὸ στρατόπεδον τὸ Ἑλληνικὸν ὑπὸ τῶν νεῶν τῶν Ξέρξου. Καὶ ὁ μὲν ταῦτα εἰπὼν µεθειστήκη, τῶν δὲ αὖθις ἐγίγνετο λόγων ἀμφισβασία· οἱ γὰρ πλέονες τῶν στρατηγῶν οὐκ ἐπείθοντο τὰ ἐξαγγελθέντα. Ἀπιστούντων δὲ τούτων ἧκε τριήρης ἀνδρῶν Τηνίων αὐτομολοῦσα, ἧς ἦρχεν ἀνὴρ Παναίτιος ὁ Σωσαμένους, ἥ περ δὴ ἔφερε τὴν ἀλήθειαν πᾶσαν.

How the battle began.

001 Τοῖς δὲ Ἕλλησιν ὡς πιστὰ δὴ τὰ λεγόμενα ἦν, παρεσκευάζοντο ὡς ναυµαχήσοντες. Ἐνταῦθα ἀνῆγον τὰς ναῦς ἁπάσας Ἕλληνες, ἀναγομένοις δὲ αὐτοῖς ἐπέκειντο οἱ βάρβαροι. Οἱ μὲν δὴ ἄλλοι Ἕλληνες ἐπὶ πρύμναν ἀνεκρούοντο καὶ ὤκελλον τὰς ναῦς· Ἀμεινίας, δὲ Παλληνεὺς ἀνὴρ Ἀθηναῖος ἐξαναχθεὶς νηῒ ἐμβάλλει· συµπλακείσης δὲ τῆς νεὼς, οὕτω δὴ οἱ ἄλλοι Ἀμεινίᾳ βοηθοῦντες συνέµισγον. Λέγεται δὲ καὶ τάδε, ὡς φάσμα γυναικὸς ἐφάνη, φανεῖσα δὲ διεκελεύσατο ὥστε καὶ ἅπαν ἀκοῦσαι τὸ τῶν Ἑλλήνων στρατόπεδον, ὀνειδίσασα πρότερον τάδε, “Ὦ δαιµόνιοι, µέχρι πόσου ἔτι πρύμναν ἀνακρούεσθε;”

Total defeat of the Persian navy.

001 Κατὰ μὲν δὴ Ἀθηναίους ἐτάχθησαν Φοίνικες (οὗτοι γὰρ εἶχον τὸ πρὸς Ἐλευσῖνός τε καὶ ἑσπέρας κέρας), κατὰ δὲ Λακεδαιμονίους Ἴωνες· οὗτοι δὲ εἶχον τὸ πρὸς τὴν ἠῶ τε καὶ τὸν Πειραιέα. 002 Τὸ δὲ πλῆθος τῶν νεῶν ἐν τῇ Σαλαμῖνι ἐκεραΐζετο, αἱ μὲν ὑπ’ Ἀθηναίων διαφθειρόµεναι, αἱ δὲ ὑπ’ Αἰγινητῶν. Τῶν μὲν γὰρ Ἑλλήνων σὺν κόσμῳ ναυµαχούντων κατὰ τάξιν, τῶν δὲ βαρβάρων οὔτε τεταγµένων ἔτι, οὔτε σὺν νῷ ποιούντων οὐδέν, ἤμελλε τοιοῦτο αὐτοῖς συνοίσεσθαι οἷόν περ ἀπέβη. Καίτοι ἦσάν γε ταύτην τὴν ἡμέραν μακρῷ ἀμείνονες ἢ πρὸς Ἐὐβοίᾳ, πᾶς τις προθυμούμενος καὶ δειµαίνων Ξέρξην· ἐδόκει τε ἕκαστος ἑαυτὸν θεάσεσθαι βασιλέα.

Losses of the barbarians in ships and men.

001 Ἐν δὲ τῷ πόνῳ τούτῳ ἀπέθανε μὲν ὁ στρατηγὸς Ἀριαβίγνης ὁ Δαρείου, Ξέρξου ὢν ἀδελφός, ἀπέθανον δὲ ἄλλοι πολλοί τε καὶ ὀνομαστοὶ Περσῶν τε καὶ Μήδων καὶ τῶν ἄλλων συμμάχων, ὀλίγοι δέ τινες Ἑλλήνων· ἅτε γὰρ νεῖν ἐπιστάμενοι, ἐς τὴν Σαλαμῖνα διένεον, εἴ τισιν αἱ νῆες διεφθείροντο· τῶν δὲ βαρβάρων οἱ πολλοὶ ἐν τῇ θαλάσσῃ διεφθάρησαν, νεῖν οὐκ ἐπιστάμενοι. Ἐπεὶ δὲ αἱ πρῶται νῆες φυγὴν ἐτράποντο, ἐνταῦθα αἱ πλεῖσται διεφθείροντο· οἱ γὰρ ὄπισθε τεταγµένοι, ἐς τὸ πρόσθεν παριέναι ταῖς ναυσὶ πειρώµενοι ὡς ἀποδειξόμενοι ἔργον τι καὶ αὐτοὶ βασίλει, ταῖς ἄλλαις ναυσὶ ταῖς φευγούσαις περιέπιπτον. 002 Τῶν δὲ βαρβάρων ἐν φυγὴν τραποµένων καὶ ἐκπλεόντων πρὸς τὸ Φάληρον, Αἰγινῆται ὑποστάντες ἐν τῷ πορθμῷ ἔργα ἀπεδείξαντο λόγου ἄξια· οἱ μὲν γὰρ Ἀθηναῖοι ἐν τῷ θορύβῳ ἐκεράϊζον τάς τε ἀνθισταμένας καὶ τὰς φευγούσας τῶν νεῶν, οἱ δὲ Αἰγινῆται τὰς ἐκπλεούσας· ὅπως δέ τινες τοὺς Ἀθηναίους διαφύγοιεν, φερόμενοι ἐσέπιπτον ἐς τοὺς Αἰγινήτας. Οἱ δὲ βάρβαροι ὧν αἱ νῆες περιεγένοντο φεύγοντες ἀφίκοντο ἐς Φάληρον ὑπὸ τὸν πέζον στρατόν.

How Gold is procured in India among the Ant-bears.

001 Ἐν τῇ τῶν Ἰνδῶν χώρᾳ ἐστίν ἐρημία διὰ τὴν ψάµµον· ἐν δὴ οὖν τῇ ἐρημίᾳ ταύτῃ καὶ τῇ ψάμμῳ γίγνονται μύρμηκες μέγεθος ἔχοντε κυνῶν μὲν ἔλασσον ἀλωπέκων δὲ μεῖζον· εἰσὶ γάρ τινες αὐτῶν καὶ παρὰ βασίλει τῷ Περσῶν ἐντεῦθεν θηρευθέντες. Οὗτοι οὖν οἱ μύρμηκες ποιούµενοι οἴκησιν ὑπὸ γῆν ἀναφοροῦσι τὴν ψάμµον καθάπερ οἱ ἐν τοῖς Ἕλλησι µύρµηκες, εἰσὶ δὲ καὶ αὐτοὶ εἶδος ὁμοιότατοι. Ἡ δὲ ψάµµος ἡ ἀναφερομένη ἐστὶ χρυσῖτις· ἐπὶ δὲ ταύτην τὴν ψάμμον στέλλονται ἐς τὴν ἔρημον οἱ Ἰνδοί, ζευξάµενος ἕκαστος καµήλους τρεῖς, σειραφόρον μὲν ἑκατέρωθεν ἄρσενα παρέλκειν, θήλειαν δὲ ἐν µέσον. Ἐπὶ ταύτην δὴ αὐτὸς ἀναβαίνει, ἐπιτηδεύσας ὅπως ἀπὸ τέκνων ὡς νεωτάτων ἀποσπάσας ζεύξει· αἱ γὰρ κάµηλοι ἵππων οὐχ ἥσσονες ἐς ταχυτῆτά εἰσι, χωρὶς δὲ ἄχθη πολὺ δυνατώτεραι φέρειν. 002 Οἱ δὲ δὴ Ἰνδοὶ τρόπῳ τοιούτῳ καὶ ζεύξει τοιαύτῃ χρώµενοι ἐλαύνουσιν ἐπὶ τὸν χρυσὸν λελογισμένως ὅπως καυµάτων τῶν θερµοτάτων ὄντων ἔσονται ἐν τῇ ἁρπαγῇ· ὑπὸ γὰρ τοῦ καύµατος οἱ µύρμηκες ἀφανεῖς γίγνονται ὑπὸ γῆν. Ἐπὰν δὲ ἔλθωσιν ἐς τὸν χῶρον οἱ Ἰνδοὶ ἔχοντες θυλάκια, ἐμπλήσαντες ταῦτα τῆς ψάμμου τὴν ταχίστην ἐλαύνουσιν ὀπίσω· αὐτίκα γὰρ οἱ μύρμηκες ὀσμῇ, ὡς δὴ λέγεται ὑπὸ Περσῶν, µαθόντες διώκουσι. Εἰσὶ δὲ ταχυτῆτα οὐδενὶ ἑτερῷ ὅμοιοι, οὕτως ὥστε, εἰ μὴ προὐλάμβανον οἱ Ἰνδοὶ τῆς ὁδοῦ οὐδεὶς ἂν αὐτῶν ἀπεσωζετο. Οἱ μέν νυν ἄρσενες τῶν καµήλων, εἰσὶ γὰρ ἤσσονες τρέχειν τῶν θηλειῶν, παραλύονται ἐφελκόμενοι, οὐχ ὁμοῦ ἀμφοτέροι· αἱ δὲ θηλεῖαι ἀναμιμνησκόμεναι ὧν ἔλιπον τέκνων ἐνδιδοάσι µαλακὸν οὐδέν.

Arabia.

The spices of Arabia—Curious methods of obtaining them.

001 Ἐν τῇ Ἀραβίᾳ μόνη χωρῶν πασῶν λιβάνωτός τε ἐστὶ φυόµενος καὶ σµύρνα καὶ κασία καὶ κινάµωµον καὶ λήδανον. Ταῦτα πάντα πλὴν τῆς σµύρνης δυσπετῶς κτῶνται οἱ Ἀράβιοι. 002 Τὸν μέν γε λιβάνωτον συλλέγουσι τὴν στύρακα θυμιῶντες· τὰ γὰρ δένδρεα ταῦτα τὰ λιβανωτοφόρα ὄφεις ὑπόπτεροι, σμικροὶ τὸ μέγεθος ποικίλοι τὸ εἶδος, φυλάσσουσι, πλήθει πολλοὶ περὶ δένδρον ἕκαστον. Οὐδενὶ δὲ ἄλλῳ ἀπελαύνονται ἀπὸ τῶν δενδρέων ἢ τῷ τῆς στύρακος καπνῷ. 003 Τὴν δὲ κασίαν κτῶνται Ἀράβιοι ὧδε· Ἐπὰν καταδήσωνται βύρσαις καὶ δέρµασιν ἄλλοις πᾶν τὸ σῶμα καὶ τὸ πρόσωπον πλὴν αὐτῶν τῶν ὀφθαλμῶν, ἔρχονται ἐπὶ τὴν κασίαν· ἡ δὲ ἐν λίμνῃ φύεται οὐ βαθείᾳ, περὶ δὲ αὐτὴν καὶ ἐν αὐτῇ αὐλίζταί που θηρία πτέρωτα, ταῖς νυκτερίσι προσείκελα μάλιστα, καὶ τέτριγε δεινόν, καὶ ἐς ἀλκήν ἐστιν ἄλκιμα· ἃ δεῖ ἀπαμύνειν ἀπὸ τῶν ὀφθαλμῶν δρέποντας τὴν κασίαν. 004 Τὸ δὲ δὴ κινάµωµον ἔτι τοῦτων θαυμαστότερον συλλέγουσιν. Ὅπου μὲν γὰρ γίγνεται καὶ ἥτις µιν γῆ ἡ τρέφουσά ἐστιν οὐκ ἔχουσιν εἰπεῖν, ὄρνιθας δὲ λέγουσι µεγάλας φορεῖν ταῦτα τὰ κάρφη ἃ ἡμεῖς, ἀπὸ Φοινίκων µαθόντες, κινάµωµον καλοῦμεν. Φοροῖσι δὲ αἱ ὄρνιθες ἐς νεοσσίας προσπεπλασµένας ἐκ πηλοῦ πρὸς ἀποκρήμνοις ὄρεσιν, ἔνθα πρόσβασις ἀνθρώπῳ οὐδεμία ἐστίν. Πρὸς οὖν δὴ ταῦτα οἱ Ἀράβιοι σοφίζουσι τάδε· βοῶν τε καὶ ὄνων καὶ τῶν ἄλλων ὑποζυγίων τὰ µέλη διατεµόντας ὡς μέγιστα, κοµίζουσιν ἐς ταῦτα τὰ χωρία, καὶ θέντες ἀγχοῦ τῶν νεοσσιῶν ἀπαλλάσσονται ἑκὰς αὐτῶν. Αἱ δὲ ὄρνιθες καταπετόµεναι τὰ µέλη τῶν ὑποζυγίων ἀναφοροῦσιν ἐπὶ τὰς νεοσσιάς· αἱ δὲ οὐ δυνάµεναι ἴσχειν καταρρήγνυνται ἐπὶ γῆν· οἱ δὲ ἐπιόντες συλλέγουσι τὸν κινάµωμον.

Further wonders in Arabia—Carts for the sheep’s tails.

001 Δύο δὲ γένη οἱῶν αὐτοῖς ἐστι θαύματος ἄξια, ἃ οὐδαμοῦ ἑτέρωθέ ἐστι. Τὸ μὲν γὰρ αὐτῶν ἕτερον ἔχει τὰς οὐρὰς μακράς, τριῶν πήχεων οὐκ ἑλάσσονας· ἃς εἴ τις ἐφείη σφι ἐφέλκειν, ἕλκη ἀν ἔχοιεν ἀνατριβομενῶν πρὸς τῇ γῇ τῶν οὐρῶν· νῦν δὲ ἅπας τις τῶν ποιμένων ἐπίσταται ξυλουργεῖν ἐς τοσοῦτο· ἁμαξίδας γὰρ ποιοῦντες ὑποδοῦσιν αὐτὰς ταῖς οὐραῖς. Τὸ δὲ ἕτερον γένος τῶν οἱῶν τὰς οὐρὰς πλατείας φοροῦσι καὶ ἐπὶ πῆχυν πλάτος.

Scythian Prophets.

How they attribute any illnesses of the king to the perjury of one of his subjects, who is accordingly beheaded.

001 Μάντεις δὲ Σκυθῶν εἰσὶ πολλοὶ, οἳ µαντεύονται ῥάβδοις ἰτεΐναις πολλαῖς ὧδε· Ἐπὰν φακέλους ῥάβδων μεγάλους ἐνέγκωνται, θέντες χαμαὶ, διεξελίσσουσιν αὐτοὺς, καὶ ἐπὶ μίαν ἑκάστην ῥάβδον τιθέντες θεσπίζουσιν· ἅμα τε λέγοντες ταῦτα συνειλοῦσι τὰς ῥάβδους ὀπίσω, καὶ αὖθις κατὰ μίαν συντιθέασων. Αὕτη μέν σφι ἡ μαντικὴ πατρῴα ἐστίν. 002 Ἐπὰν δὲ βασιλεὺς ὁ Σκυθῶν κάµῃ, µεταπέµπεται ἄνδρας τρεῖς τοὺς εὐδοκιμοῦντας μάλιστα τῶν µάντεων, οἳ τρόπῷ τῷ εἰρημένῳ µαντεύονται· καὶ λέγουσιν οὗτοι ὡς τὸ ἐπίπαν μάλιστα τάδε, ὡς τὰς βασιλείας ἑστίας ἐπιώρκηκέ τις, λέγοντες τῶν ἁστῶν ὃν ἂν δὴ λέγωσι. (Τὰς δὲ βασιλείας ἑστίας νόμος Σκύθαις ἐστὶν ὀμνύναι τότε, ἐπὰν τὸν µέγιστον ὅρκον ἐθέλωσιν ὁμνύναι.) Αὐτίκα δὲ διειληµµένος ἄγεται οὗτος ὃν ἂν δὴ φῶσιν ἐπιορκῆσαι· ἀφιγμένον δὲ ἐλέγχουσιν οἱ μάντεις ὡς ἐπιορκήσας φαίνεται ἐν τῇ µαντικῇ τὰς βασιλείας ἑστίας, καὶ διὰ ταῦτα ἀλγεῖ ὁ βασιλεύς. Ὁ δὲ ἀρνεῖται, οὐ φάµενος ἐπιορκῆσαι, καὶ δεινολογεῖται. 003 Ἀρνουμένου δὲ τούτου, ὁ βασιλεὺς µεταπέμπεται ἄλλους δίπλασίους µάντεις· καὶ ἐὰν μὲν καὶ οὗτοι, ἐσορῶντες ἐς τὴν µαντικήν, καταδήσωσιν ἐπιορκῆσαι, ἐκείνου εὐθέως τὴν κεφαλὴν ἀποτέμνουσι καὶ τὰ χρήµατα αὐτοῦ διαλαγχάνουσιν οἱ πρῶτοι τῶν µάντεων· ἐὰν δὲ οἱ ἐπελθόντες μάντεις ἀπολύσωσιν, ἄλλοι πάρεισι μάντεις, καὶ µάλα ἄλλοι Ἐὰν οὖν οἱ πλέονες τὸν ἄνθρωπον ἀπολύσωσι, δέδοκται τοῖς πρώτοις τῶν µάντεων αὐτοῖς ἀπόλλυσθαι.

How the prophets themselves are put to death when mistaken.

001 Ἀπολλῦσι δῆτα αὐτοὺς τροπῷ τοιῷδε· ἐπὰν ἅμαξαν φρυγάνων πλήσωσι καὶ ὑποζεύξωσι βοῦς, ἐμποδίσαντες τοὺς µάντεις καὶ χεῖρας ὀπίσω δήσαντες καὶ στοµώσαντες, κατειργνῦσιν ἐς µέσα τὰ φρύγανα· ὑποπρήσαντες δὲ αὐτὰ ἀφίασι φοβήσαντες τοὺς βοῦς. Πολλοὶ μὲν δὴ βοῦς συγκατακάονται τοῖς µάντισι, πολλοὶ δὲ περικεκαυµένοι ἀποφεύγουσιν ἐπὰν αὐτῶν ὁ ῥυμὸς κατακαυθῇ. 002 Κατακάουσι δὲ τρόπῳ τῷ εἰρημένῳ καὶ δι’ ἄλλας αἰτίας τοὺς µάντεις, ψευδοµάντεις καλοῦντες. Οὓς δ’ ἂν ἀποκτείνῃ βασιλεὺς, τούτων οὐδὲ τοὺς παῖδας λείπει, ἀλλὰ πάντα τὰ ἄρσενα κτείνει, τὰ δὲ θήλεα οὐκ ἀδικεῖ.

The Power of Custom.

001 Ἕκαστοι νοµίζουσι πολύ τι καλλίστους τοὺς ἑαυτῶν νόμους. Τοῦτο δὲ πολλοῖς τε ἄλλοις τεκµηρίοις πάρεστι σταθµώσασθαι, καὶ δὴ καὶ τῴδε· 002 Δαρεῖος ἐπὶ τῆς ἑαυτοῦ ἀρχῆς καλέσας Ἕλληνάς τινας ἤρετο ἐφ’ ὁπόσῳ ἂν χρήµατι βούλοιντο τοὺς πατέρας ἀποθνήσκοντας κατασιτεῖσθαι· οἱ δὲ ἐπ᾽ οὐδενὶ ἔφασαν ἕρδειν ἂν τοῦτο. Δαρεῖος δὲ μετὰ ταῦτα καλέσας Ἰνδῶν τοῦς καλουµένους Καλλατίας, οἳ τοὺς γονέας κατεσθίουσιν, ἤρετο (παρόντων τῶν Ἑλλήνων καὶ δι’ ἑρμηνέως µανθανόντων τὰ λεγόμενα) ἐπὶ τίνι χρήµατι δέξαιντ’ ἂν τελευτῶντας τοὺς πατέρας κατακάειν πυρί· οἱ δὲ, ἀναβοήσαντες μέγα, εὐφημεῖν µιν ἐκέλευον.



This work is licensed under a Creative Commons Attribution-ShareAlike 4.0 International License.

The source is available at https://github.com/FergusJPWalsh/farnell-herodotus.