Fōrmulae Colloquiōrum Puerīlium Sebaldī Heyden
ēleganter ē Latīnō nunc redditae Graecae per Martīnum Ruelandum Frisingēnsem
Αἱ τῶν Παιδῶν Ὁμιλίαι τε καὶ Φράσεις Σεβάλδου τοῦ Εὐδένος
αἱ καλῶς μετενεχθεῖσαι ἐκ τῆς Ῥωμαϊκῆς ἐς τὴν Ἑλληνικὴν γλῶτταν διὰ Μαρτίνου Ῥουλὰνδ τοῦ Βρισιγγαίου
Item, Catō Rōmānus Graecē et Latīnē
Augustae Rheticae
Philipus Vlhardus excūdēbat annō 1556 Mēnse Iānuāriō
Cum Grātiā et Prīvilēgiō
Μαρτῖνος ὁ Ῥουλὰνδ Ἰωάννῃ καὶ Ἰακώβῳ Οἱρβρὸττ καὶ τοῦ μεταγενεστέρου, καὶ Χριστοφόρῳ καὶ Ζεεντνῆρι, νεανίσκοις τοῖς εὐγενεστάτοις εὐπράττειν.
Ἐκ τοῦ περὶ μὲν τὸν τῆσδε βίβλου σύνθεσιν φιλοτίμου τε καὶ φιλοκάλου †ἐπείσθμην† [nōn legī potest] ἐγὼ καὶ ἠναγκάσθην εἰσφέρειν αὐτὸν ἐς τὴν Ἑλλάδα τοῦ Ἑλληνικῶς ἐκεῖ λάλειν· ἵνα καὶ †ροῦπρτὲ† [nōn legī potest] ὡς αὑτους ἀναχωρῆσαι γενομένου, ἱκανὴ ἐν τουτωνὶ τῷ λόγῳ καὶ φράσει αὐτοῦ τοῦς μαθητὰς ὠφελειν οὖσα τυγχάνῃ. Τὴν δὲ οὖν ἔχετε, ὦ μειράκειά μοι τιμιώτατα Ἰάκωβε καὶ Χριστοφόρε, δέλτπον τὴς τελείως Ἑλληνικῶς γινώσκουσαν. ᾯ τινι γε ἐὰν τὸν μετ' αὐτῆς καὶ ἐπιμελείας προσέχητε νοῦν, ἧσπέρ †πρτε† [nōn legī potest] προσείχετε αὐτῇ ἔτι ὑμὰς κατασκευαζούσῃ Ῥωμαίζοντας: εὐθὺς ναὶ μὰ τὸν Δία εἰς εὔκαιρον ὑμεῖς γλῶτταν ῥαδίως ἐλεύσεται ἡ τῶν Ἑλληνίκων διάλεκτος, ἀκριβῶς μόνον συνασκουμένης καὶ τῆς ἄλλης ὑμῖν ἐπιταττομένης ἀναγνώσεως. Ταυτὸ δὲ καὶ ὠφέλιμον καὶ εὐκολον, ὅπερ ἐπὶ τὸ εὐκόλως ὑμᾶς λαλῆσαι Ῥωμαίως ἔδειξε, δείξεται καὶ ἐν τῇδε τῇ γλώττᾳ. Λαμβάνοντες γοῦν τοῦτο τὸ δῶρον πάνυ γέ εἰκαῖον εἰς ἐμοῦ πρὸς ὑμᾶς εὔνοιάντε καὶ ἔρωτα ἔχετε συνεχῶς αὐτὸ ἐν ταῖς χερσὶν, ἕως πᾶν ὑμᾶς αὐτὸν μάθξμα μαθεῖν.
Ἔρρωσθε, καὶ διατελεῖτέ με στέργοντες.
ἐξ Αὐγούστης τῆς Ῥηθεῖας τετάρτῃ τῶν τοῦ Ἰανουαρίου νομῶν, ἔτι τῆς Θεογονείας ͵αφνϛ´