A. Καλὴ ἡμέρα.
B. Θεῷ ἡ χάρις.
A. Δίδωμί σοι καλὴν τὴν ἡμέραν.
B. Τοιαύτην καὶ σοί.
A. Εὖ ἕξεις τῇδε ἡμέρᾳ.
B. Σύ τε μὴ οὐχὶ κακῶς.
B. Χαῖρε, ὦ Κλοῦμενς.
C. Χαῖρε καὶ σύ.
B. Χαῖρε τὰ πλεῖστα.
C. Καὶ σὺ τοσονδὶ χαῖρε.
B. Σῶος ὢν τύγχανε.
C. Σύ τε μέντοι χαίρων.
B. Εὐοδοῦσθαί σε εὔχομαι.
C. Οὕτω καὶ σὲ θέλω.
B. Σαῶ σε σάον.
C. Κἀγὼ καὶ σέ.
B. Κελεύω σὲ χαίρειν.
C. Σέ τε ἐγώ.
C. Καλὴ ἑσπέρα.
D. Ἡ χάρις Θεῷ.
C. Εὔκαιρος ὀψία, οὐκ ὀψέ.
D. Δόξα τῷ κτίστῃ.
C. Εὐημερήσει [εὐημερήσειέ G] σοι ἥδε ἡ ἑσπέρα.
D. Εὐημερείτω καὶ εἰς σε.
D. Καλὴ νύξ.
E. Ἔχω σοι χάριν.
D. Εὐήμερος ἔστω ἡ νύξ.
E. Καὶ σοί γε εὐδαίμων τυγχάνῃ.
D. Νύκτα [Νύχθ' G] ἥσυχον δίαγε.
E. Οὔτε μὴ ἀκοίμητον.
D. Νὺξ ἡδὲ λυσιτελείτω ὑμῖν.
E. Καὶ σοὶ μὲν οὐκ ἀλυσιτελής.
F. Ποία [Ποσαπὴ G] ἡ ὧρα;
G. Ἤχησε τρίτην.
F. Πορευτέον κοιμῆσαι [ὑπνῆσαι G].
G. Οὔπω νυστάζω.
F. Ἀλλ’ ἔγωγε σφόδρα.
G. Σὺ ἴθι καθεύδειν.
F. Τί δὲ σύ δράσεις;
G. Ἀναγνώσω πλέον.
F. Ἀσμενώτερος ἡσυχάσω.
G. Ἄπιθι γοῦν Ἐνδυμίων!
F. Οὔκ ἐμποδὼν ἔσομαι.
G. Ὦ οὗτος, ἐξυπνίζου!
H. Ἔα καθευδῆσαι [καθεύδω G].
G. Καιρὸς μὲν τοῦ ἐργείσθαι.
H. Οὔπω ἐστιν [G2 ἐστι G] ὄρθος.
G. Ἄνοιγε ὀφθαλμούς!
H. Ἔτι γε ὑπνηλοὶ ὄντες τυγχάνουσι.
G. Ἐλειῶν σὺ ὑπνηλότερος.
H. Μή με λύπει, ὠγαθέ.
G. Οὐκ αἰσχύνῃ, κυνῶπα;
H. Τοῦ χάριν ἂν αἰσχύνωμαι;
G. Ἔς βαθίστην ῥέγκειν ἠῶα.
H. Ποίαν [Ὅπόσην G] ἤχησεν ὧραν;
G. Ἡ πρώτη ἤδη κυπτάζει.
H. Καθευδήσω ἔτι ὀλίγον.
G. Ἀλλ’ ἐγείρου μᾶλλον, ὦ ῥάθυμε;
H. Τί δ’ οὕτω πρωΐ;
G. Εὐθύς σε ῥοπάλῳ ἐγερῶ!
H. Ἐγείρομαι νυνί, φείδου μόνον!
H. Φεῦ, τί δρῶμεν;
I. Ἵνα τί οὑτωσὶ κράζεις;
H. Ἄγαν δὴ δὴν ἐκαθεύδησα.
I. Τί δὲ δὴ οὕτω Τί φοβῇ;
H. Εὔκαιρος ἡ ὧρα παρῆλθεν.
I. Τίν’ ὧραν οἴει;
H. Ὧραν τὴν πρώτην.
I. Πλανᾷ ναὶ μὰ τόν <Δία>.
H. Ἀλλ’ ἤκουσα ἐγώ.
I. Οὐκ ὀρθῶς ἤκοες.
H. Ποίαν [Ποσαπὴν G] σύ παρέλαβες;
I. Ἐσχάτην ἐπήκουσα.
H. Ποία [Ποσαπὴ G] ταύτη;
I. Δυοκαιδεκάτη.
H. Εἶθ’ ἀληθὲς εἴη!
I. Οὐκ ἔστιν ὅπως ὀκνῇς.
H. Πάνυ γε οὖν ἥδομαι.
I. Ὦ ταν, ὦ ταν, μένε!
K. Τί βούλει; Διὰ τί μένω
I. Ἔστιν ὅτί σοι εἴπω.
K. Ἄρτι τε μὴ σχολάζει.
I. Ὅσον μικρὸν [Τηλικοῦτο G] ἀπαρνήσῃ;
K. Ἔασον με τὸ νυνί.
I. Οὔ σε μὴ ἐάσω.
K. Ἀνιᾷς ἐμε, φαύλος!
I. Μόνον τὸ ῥῆμά τι ἄκουε.
K. Τί μοι τούτου διαφέρει;
I. Πάνυ γε δήπου μάλλιστα.
K. Τί ἐστι τὸδε; Εἰπέ.
I. Εἴπω, ἀλλ’ οὖν προϋπέσχου.
K. Τί δὲ δὴ ὑπισχνῶμαι;
I. Μή μοί σε μέλλειν φρονήσειν.
K. Πιστοῦμαι [Πιστῶ G] πιστὸς γενέσθαι.
I. Πρόσεχε τὸ οὖς.
K. Τί δὲ τὸ οὖς; Φανῶς λάλει.
I. Κρυπτόν τι ὄν τυγχάνει.
K. Ἀλλὰ μὲν μόνοι ἐσμέν.
I. Σαφῶς οὐκ ἐρήσομαι.
K. Ἐμπαίζεις μοι μόνον!
I. Τουτὸ γὴ καὶ ἤθελον.
K. Οὐ μὴ ἀζήμιος ἔσῃ.
K. Ὦ ταν, ὧδε παρακάθησαι!
L. Τί ἐκεῖ ἂν ποιήσαιμι;
K. Μανθάνωμεν ὁμοῦ.
L. Χαριέν τί λέγεις.
K. Διδάσκωμεν ἂν ἀλλήλους.
L. Ἀσμένως πείθομαι.
K. Τί δὲ σὺ μανθάνεις;
L. Ἀναγινώσκειν.
K. Ποῦ [Ὅπου G] ἀναγινώσκεις νυνί;
L. Ἐν τούτῳ τῷ φύλλῳ.
K. Ἐπίστασαι τὴν ἀνάγνωσιν;
L. Οὐ πάνυ προχείρως.
K. Ποσάκις ἀνέγνως;
L. Ἅπαξ. (Δίς. Τρίς. Τετράκις.)
K. Τίνι δὲ ἀνέγνωκας;
L. Τῷ τοῦ παιδοτρίβου παιδοτρίβῃ.
K. Ἐάν τι ἀγνοῇς, ἐξέταζε.
L. Ὅπως ἂν τόδε ἀναγινώσκω;
K. Σύλλεγε χαρακτῆρας.
L. Σὺ με ἄκουσον.
K. Πῶς τραυλίζεις;
L. Ὣς εἴθισμαι.
K. Ἀήθησον πάλιν.
L. Πλέον ἀναγνώσω.
K. Ἔτι δὲ κρημνίζεις τὰ ῥήματα.
L. Σύ ἄμεινον ἐπίδειξον.
K. Οὕτω διαστέλλων ἀνάγνωθι.
L. Τοσοῦτον ἐνάρθρως οὐχὶ δεινὸς ἔγω.
K. Τῇ ἀσκήσει ἐπίλαβε.
L. Πειράσομαι ὅ τι ἂν δυναίμην.
L. Τί ὧδε ἄφωνος;
M. Οὐ τολμῶ λαλεῖν.
L. Τί τὸ δὲ κωλῦον;
M. Ἡμέτερος ὁ παιδευτής.
L. Ὅμως αὐτὸς οὐ πάρεστι.
M. Ἀλλ’ οἱ ὠτακουσταὶ πάρεισι.
L. Τίνας ὠτακουστὰς λέγεις;
M. Τοὺς ἡμᾶς ἐπιγράφοντας λάθρᾳ.
L. Οὐδένα τῶνδε γινώσκεις;
M. Πῶς γινώσκοιμι ἂν;
L. Οὑτωσὶ ποιούντες λανθάνουσι;
M. Ταύτη μέντοι τούτων πανουργία.
L. Λάλει σὺ Ῥωμαίως!
M. Ἄσμενος ὅσος, εἰ δύναμαι ἂν.
L. Ἀλλ’ οὑτωσί γε θᾶττον μαθήσῃ.
M. Τοῦτο δὲ ἐλπίζοντος γλυκάζει ὁ ῥάβδος!
M. Τίς ἐνθάδε κλαυθμυρίζει;
N. Ἐγὼ ταλαίφρων.
M. Ἐν ᾧ ταλαίφρων ὤν ὑπάρχεις;
N. Ἐραβδίσθην.
M. Ἐς ὅτι ἐξήμαρτες;
N. Οὐδὲν ἔμαθον.
M. Ἀξίως ἐραβδίσθης.
N. Καὶ σὺ ἐμπαίζεις ἐμοί;
M. Τί δὲ μὴ ἐμεμαθήκεις;
N. Μετὰ τουτῶν εὐλαβέστερος ἔσομαι.
N. Ποῖ [Ὅποι G] σὺ ἤδη βαδίζεις;
O. Οἴκαδε σπεύδω.
N. Τί οἴκοι ποιήσεις;
O. Ἀκρατίσω.
N. Τινὰ ὁδὸν [Ἥν τιν’ ὁδὸν G] ὁδεύσεις;
O. Τὴν τῆς ἀγορᾶς.
N. Συνοδοιπορήσω.
O. Οὐ χρεῖαν ἔχω.
N. Καταφρονεῖς μου;
O. Οὐ δὴ, ἀλλὰ φείδομαι.
N. Μηδὲν νῦν ἔχω ποιεῖν.
O. Ἑκών σε παραλάμβανω.
O. Πόθεν βαδίζεις;
P. Ἐξ ἀκρατίσματος.
O. Ποῦ ἠκρατίσω;
P. Ἐρωτᾷς; Ἐν τῇ μου οἰκείᾳ.
O. Τί ποτ’ ἠκράτισας;
P. Τὸν ἐν ζωμῷ ἄρτον.
O. Τίς μετά σου ἠκρατίσατο [ἠκράτισε G].
P. Πᾶσα ἡ οἰκία.
O. Οὔ τί μοι προσφέρεις;
P. Τί ἂν σοι προσφέροιμι;
O. Ψωμόν τινα [Πυρυάν G].
P. Ἄρτον μέντοι ἔχω.
O. Δός μοί τι μέρος.
P. Λαβὲ τὸ ἥμισυ.
O. Ἔχω σοι χάριν.
P. Μὴ ἔχε, ἀλλὰ φέρε.
O. Οὐκ ἔχω ὅ τι φέρω.
P. Οὐχὶ ἀεὶ ἐνδεῶς ἕξεις.
O. Ἐπιχάριδι δή μοι ἐπιτεύξῃ.
P. Κατασκεύσαζέ μοι τόνδε τὸν κάλαμον.
Q. Ἔστι σοι μαχαίριον;
P. Ἔστι γε, ἀλλ’ ἄμβλυτον σφόδρα.
Q. Ὀξύτερον πρόσφερε.
P. Ποῦ λαμβάνω;
Q. Χρῶ τῷ τινός.
P. Προσφέρω, χρῶ.
Q. Βούλει παχὺν ἢ λεπτόν;
P. Μέσον ἐθέλω.
Q. Δὸς τὸ μέλαν.
P. Ἰδοὺ μελανοδοχείον.
Q. Δός τε καὶ χάρτον.
P. Καὶ τοῦθ’ ἕτοιμόν γε δή.
Q. Ῥυτὸν δὲ τὸ χάρτον.
P. Οὐδέν ἐστιν ἄλλό μοι.
Q. Τί ἐθέλεις ἐμὲ γράφειν;
P. Γράφε χαρακτῆρας.
Q. Σὺ δὲ ζηλώσεις;
P. Ναὶ, διὰ τοῦτο αἰτῶ.
Q. Πολλάκις [Πολλάκι G] κατάγραψον.
P. Ποιήσω ὅπερ κελεύεις.
Q. Πῶς ἔχεις;
R. Εὐ καὶ καλῶς ἔχω.
Q. Ἡδέως παραλαμβάνω.
R. Χάριν σοι ἔχω.
Q. Ποῦ ἤδη ἐγένου;
R. Ἐν παιδοτρίβῳ.
Q. Ποῖ [Ὅποι G] οὑτωσὶ σπεύδεις;
R. Ἐς οἴκον.
Q. Τί οἴκοι ποιήσεις;
R. Εὐτρεπίσω τραπέζαν.
Q. Οὕτω πρωῒ ἀριστᾷς;
R. Ὑπακούω τῷ γονεῖ.
Q. Τὰ σοὶ προσήκοντα ποιεῖς.
R. Ἀπέρχομαι, σὺ ἔρρωσο.
Q. Καὶ σὺ ἔρρωσο.
R. Ποῦ εἶ, ὦ παῖ;
S. Παρίστημι, τί ἐμὲ θέλεις;
R. Στρῶσον τραπέζαν.
S. Εἰ ὧρά ἐστι τοῦ ἀρίστου;
R. Ἔστι δὴ, ἀρέσκοντός μοι τοῦδε.
S. Ἐπιμελῶς θεραπευθήσεται.
R. Ἐπίδος τὰ μαχαίρια.
S. Ἐν προχείρῳ ἐστί.
R. Δὸς τὰ χειρόμακτρα [G2 μαχαίρια G].
S. Καὶ ταῦτα ἐξ ἑτοίμου ἐστί.
R. Προστίθει ἁλοθήκην.
S. Πρότερον ἁλὸς γεμίσω αὐτήν.
R. Ἔκπλυνον [Ἔκπλυσον G] ποτήρια.
S. Ἐκ πολλοῦ ἤδη ἐξέπλυνα.
R. Εἴσφερε [Εἴσφερες G] τοὺς κύκλους.
S. Ἐπ’ ἀσκάντῃ κείμενοί εἰσι.
R. Καὶ δοιδυκοδοχεῖον.
S. Ἐκ παττάλου κρέμαται.
R. Διάτασσε τὸν κύκλον.
S. Εἰ καὶ τί ἄλλο ἐθέλεις;
R. Ἤδη τὰ ἤθη μανθάνῃς.
S. Οἷα δὲ ἤθη μανθάνω;
R. Τὰ τῆς τραπέζης.
S. Δέομαί σου διδάξαι.
R. Προθύμοτατά γε τούτο ποιήσω.
S. Ἀκριβῶς ἐπακοῦσω ἐγώ.
R. Μή μοι ἐντυγχάνῃς.
S. Οὐ μηδένα λόγον ποιήσομαι.
R. Πρῶτον τοὺς ὄνυχας καθάρισον. Εἶτα νίπτε τὰς χεῖρας. Πρὸς τοῖσδε εὐλόγησον Θεόν: «Θεὸς ὁ πατὴρ ἡμῶν ὁ ἐν οὐρανοῖς, εὐλογείτω ἡμᾶς τε τοὺς αὐτου υἱοὺς καὶ ταυτὶ ὧνπερ τὰ νυνί λήψειν μέλλομεν, διὰ Ἰησοῦ Χριστοῦ του Κυρίου ἡμῶν. Ἀμήν.» Μετὰ ταῦτα πρεπόντως ἀνακείσῃ. Μετὰ δακτύλων λαβὲ τὰ βρώματα. Μὴ ἐπιθῇς τῷ θέναρι. Πρῶτος μὴ ἅπτῃ τῆς τροφῆς. Μήτε πίθι τὰ πρῶτα. Τοῖς πήχεσι μή σε ὑποστήριξον. Ὀρθὸς κάθου. Μὴ πετάσειας τοὺς βραχίονας. Μὴ πίνῃς λιχνέυων. Μήτε λιχνὸς ματτῷ. Τά σου ἔγγειστα λαβέ. Ἐν τῷ κύκλῳ μὴ χρονίσῃς. Ἄλλους μὴ ἐφόρα. Μέλλων πίνειν, ἔκματτε τὸ στόμα. Οὐ χειρὶ, ἀλλὰ χειρομάκτῳ. Τὰ καθημμένα μὴ πάλιν ἐμβάψεις. Μὴ λεῖξον δακτύλους. Μήτ’ ὀστέα ἀποκείρῃς. Τὰ καθ’ ἕκαστον τέμνε μαχαιρίῳ. Μὴ χρίσειας ἂν τὸ στόμα. Τοὺς δακτύλους τα πλεῖστ’ ἔκμασσε. Ῥῖνας μὴ διορύξῃς. Σιώπα μὴ ἐξετασθες. Φάγου ἐξ αὐταρκείας. Αὐταρκὴς ὤν, ἐγείρου. Αὐ καὶ πάλιν νίπτε τὰς χεῖρας. Ἆρον τὰ ἐπὶ τῆς τραπέζης. Τῷ Θεῷ εὐχαρίστει· «Τῷ ἡμᾶς κτίσαντι τῷτε ἀπολυτρώσαντι καὶ τῷ χορτάσαντι εὐχαριστοῦμεν εὐχαριστίας τὰς αἰῶνας διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἀμήν.»
S. Τί φέρεις ἐν κόλπῳ;
T. Ἄρτόν μου τὸν ἑσπερινόν.
S. Ἐγὼ μηδὲν προσήνεγκα.
T. Τί δὲ ἐσθίσεις;
S. Ἀγοράσω ἐμοὶ ἄρτον.
T. Ἔχεις ἀργύριον;
S. Ὀβολὸν ἔχω.
T. Τίς σοι τόνδε ἔδωκεν;
S. Ὁ πατήρ μου ἔδωκεν.
T. Φιλόστοργον ἔχεις πατέρα.
S. Οἴον τινα σὺ ἔχεις;
T. Πάνυ ἄστοργον.
S. Συμφέρει σοι τόδε.
T. Προσαιρησαίμην ἄλλον τινά.
S. Ἀνόητον λαλεῖς.
T. Οὕτως ἐμοὶ ἐξέπεσεν.
S. Ἀπόλλυσαι ἂν τῆς φιλοστοργίας.
T. Οὐαὶ ἡμῖν, Οὐϊτέ!
V. Τί ἐστι; Τί τρέμεις;
T. Ἔγωγε καὶ σὺ ἀπολλύμεθα.
V. Τί δαὶ ὡδὶ Τίνος ἕνεκα;
T. Ὁ παιδοτρίβης ἦλθεν.
V. Τί σου ἀκούω;
T. Οὐαὶ τοῖς ἡμῶν κώλοις!
V. Ποῦ αὐτὸς ἐστί [εἶ G], ὦ μοι ἄγαθέ;
T. Βαίνει τὰ βήματα.
V. Τίς τοδὶ λέγει; Τίς ἑώρακεν;
T. Ἐγὼ δὴ καὶ αὐτὸς ἦν τε καὶ εἶδον!
V. Μὴ εἶδεν ἡμᾶς παίζοντας;
T. Τοῦτο δὴ φοβοῦμαι.
V. Τί γοῦν δράσομεν;
T. Ἀπόκρυψον τὰ τροχίλια.
V. Εὐκαίρως ἐπικελεύεις.
T. Ἀναπτύσσωμεν ἂν τὰς βίβλους.
V. Ναὶ σὺ πανούργος ὤν ὑπάσχεις.
T. Οὕτω μὲν λογίσεται ἡμᾶς ἔχειν σπουδαίως.
G. Ἰὼ, εὐφράνθητε ἑταῖροι!
I. Τί δαὶ δὴ; Τό σε οὕτως ἀγαλλιᾶσθαι;
G. Ἔστι γε ἡμῖν σχολὴ.
I. Τίνα λέγεις σχολήν;
G. Τὴν τοῦ μαθήματος.
I. Πηνίκα σχολῇ περιπατήσομεν;
G. Τήμερον μετὰ τὠριστον.
I. Ἀρ’ οὖν παίζεν μέλλομεν.
G. Τί δὲ παίξομεν;
I. Παίξομεν τοῖς σφαιριδίοις.
G. Παῖγμά ἐστι τὸ παιδαριῶδες.
I. Τίνος σὺ παίγματος ἐπιθυμοίης;
G. Ἀγωνισώμεθα περὶ ὀρχηστύν.
I. Τοῦτο τὸ παῖγμα μισῶ.
G. Τίνος δαὶ δὴ ἕνεκα
I. Τοῦ καταπονεῖν τοὺς ποδάς.
G. Μὴ αἰσχύνῃ;
I. Τί αἰσχύνωμαι;
G. Τό σε τοσόνδε ὀκνεῖν.
I. Οὐ δῆτα ἔγωγε ὀκνῶ.
G. Ἆρ’ οὖν σὺ ὀρχήσῃ;
I. Μή, εὖ ἴσθι, ἐμ’ ἐρεθίσειας ἂν!
G. Μᾶλλον δὲ ἐξορκίζω σε.
I. Πάνυ μὲν οὖν ὄψει τό με ἰσχύειν.
I. Ἄπαγε σὺ ἔνθεν.
C. Πάνυ μὲν οὖν ὑπόδρα.
I. Ἐνθάδε μοί ἐστι τόπος.
C. Ἀλλά τοι ἔγωγε μή φημί.
I. Πρότερος ὧδε ἐκάθισα.
C. Τί δαὶ δὴ ἠγέρθης;
I. Πρᾶγμά τι πρακτέον ἦν ἐμοί.
C. Τί [Ὅ τί τὸ G] σημεῖον ἔθηκας;
I. Οὐ μὴ ὁρᾷς τὸ βιβλίον;
C. Τὸ βιβλίον ἐκεῖ γέ που κεῖται.
I. Σὺ μέντοι ἂν ἀπέβαλες.
C. Τὸ οὐδαμῶς γενέσθαι φημί.
I. Ἀλλὰ δή ποτε ἄπει;
C. Σὺ μὲ βίᾳ ἀπώσεις;
I. Εἰ μὴ ἑκούσιος ὑπείξῃς.
C. Τοῦτο δὴ ἐρῶ τῷ διδασκάλῳ.
I. Περὶ μὴ οὐδενὸς ἡγοῦμαι.
M. Εἰς αὔριον ὡς ἐμ’ ἐλθέ.
P. Δέος ἐστί πῶς ἂν δυναίμην.
M. Πῶς ἂν οὐ δύνατος [δύναιος G];
P. Οἴκοι δεῖ μένειν.
M. Τί σοι πρακτέον;
P. Γραπτέον ὄν.
M. Γράψον μετὰ τὴν αὔριον.
P. Οὐδὲν ὑπισχνοῦμαι.
M. Οὑτωσὶ τιμᾷς τὸν ἑταῖρον;
P. Ἤν γε αἰτία οὐ παρ’ ἐμοὶ.
M. Δεινὸς ἂν εἴης [G2 εἴη G] ἐθέλων.
P. Ἐθέλοιμι ἂν γε δεινὸς ὤν.
A. Τί μετὰ τὸ δεῖπνον δράσεις;
B. Θέλεις τοῦτο [τὸ G] εἰδέναι [οἰδέναι G];
A. Διότε πυνθάνομαι.
B. Τὸ μετὰ δειπνήσαι περιπατῶ.
A. Τί ἔτι ποιεῖς;
B. Τὰ ληφθέντα ἐπαναλαμβάνω.
A. Τίνα [Ὁντινα G] τρόπον τόδε ποιεῖς;
B. Τῷ τὰ πολλὰ ἀναγινώσκειν.
A. Τί δαὶ ἐάν τινος ἐπιλάνθανῃ;
B. Μανθάνω τῇ ὑστεραίᾳ.
B. Ποῦ [Ὅποι G] τῇ χθὲς ὤν ἐγένου;
C. Ἐν ᾧ;
B. Εὐθὺς ἀριστήσας.
C. Ἐν τῷ ἐμῷ [μῷ G] οἴκῳ ἐλουσάμην.
B. Ἐς ὅσον ἐλούσω;
C. Ὅλην ὀλίγου γε ὧραν.
B. Τίς μετὰ σου ὑδραίνεται [ὕδρανε G];
C. Οἱ γονεῖς ἐμοῦ.
B. Ὑδρανθεὶς τί ἔδρασας [δράσας ἦς G];
C. Ἐξήραινον τὰς τρίχας.
B. Διὰ τί οὐκ ἐπορεύου ἐς παιδοτρίβον;
C. Ὁ πατὴρ κωλύων ἦν.
B. Ἐφ’ ᾧ ἐκώλυσεν;
C. Τῇ κεφαλῇ τῇ ἔτι καθύγρῳ.
B. Μαλθακὸς ὁ παῖς!
C. Πόθεν νυνὶ ἕρπεις;
D. Ἐκ τοῦ ἐμοῦ οἴκου.
C. Ἐκ πολλοῦ γε οὐχὶ εἶδόν σε.
D. Κἀγὼ μὲν δή πολλοῦ πλείονός σε.
C. Καλῶς σὺ δὲ εἶχες;
D. Ὡς κάλλιστα εἶχον ἔγωγε.
C. Ναὶ Δία, συγχαίρω!
D. Πῶς δαὶ δὴ σὺ ἔχεις;
C. Εὖ τε καὶ παγκάλως.
D. Καὶ τῷδε συνήδομαι ἐγώ.
S. Τί τὸ ὄνομά σοι [Ὅ τί τ’ ούνομά σοι G].
P. Ὄνομά μου [Ἐμοῦ ὄνομά G] ἐστι τὸ Πέτρος.
S. Τίς ὤν ὑπάχῃς οὐκ οἶδα.
P. Μὴ ἐμὲ οἶσθα;
S. Οὐ μὴ ἀρνῶμαι, εἴ οἴδω ἂν.
P. Ἐπελάθου [G2 Ἐπιλανιάνῃ G] σὺ ἐμοῦ;
S. Πρὸ τοῦ νυνί γε μηδέ ποτέ σε εἶδον.
P. Ἀλλὰ δὴ καὶ γνωρίσεις!
S. Εὐήθης εἶ, ναὶ τὸν Δία!
P. Πότερος εὐηθέστερος, ἔγωγε ἢ σύ;
S. Ὅπου σε ἂν οἴδοιμι;
P. Ἐπὶ τοῦ παιδοτρίβου.
S. Συμμαθητὴς ὤν ἔτυχες;
P. Ναὶ, δύω, ὀλίγου δεῖν, ἔτη.
S. Ἔα μελετῆσαι [μελετήσω G] ἐν τῷδε.
P. Γνώρισον τὴν ὠτειλήν.
S. Ταυτηνί γε οὐτασάμην ἐγώ σοι!
P. Τῇ δὴ καλαμοθήκῃ.
S. Τὴν ὠτειλήν σε γινώσκω.
P. Ὁρᾷς ἐμὲ οὐκ εὐηθικῶς ἔχοντα;
S. Τὸ εἶδος οὐκ ἂν ἔγνων.
S. Ἀναπόδισον τὸ ἐμὸν [Ἀναπόδος τοὐμόν G].
L. Τί ἂν ἀποδῶ;
S. Ὅπερ ὑφεῖλες.
L. Μηδέν σοι ὑφεῖλον.
S. Παύσαι σκώπτων.
L. Οὐ δῆτα ἐγὼ σκώπτω.
S. Τί δαὶ μή ποτ’ ἀποδίδως;
L. Οὐδὲν, ναὶ μὰ Δία, σοι ἔλαβον!
S. Προσεπίδειξον τὰς χεῖρας.
L. Φεῦ, αὐτὰς προσεπιδεικνύω.
S. Τί ἀφεῖλες;
L. Μηδὲν τῷ ὄντι ἀφεῖλον!
S. Ἐκτίναξον τὴν χειρίδα.
L. Ὥς σοι δοκεῖν.
S. Ὑπὲρ ἐσθῆτος ἔχεις.
L. Ζήτει ὅπουπερ ἂν ἐθέλῃς.
S. Οἶδα τάς σου συκοφαντίας.
L. Διατελεῖς ἐμὲ λυμῶν;
S. Ἀναπόδισον [Ἀναπόδος G] ὅπερ ᾔρας.
L. Τὴν κλωπείαν [κλωπὴν G] ἐμοῦ κατηγορεῖς;
S. Οὐ κλωπείαν [κλωπὴν G], ἀλλά τοι τὴν δολιότητα.
L. Ἐκδικήσω ἔμοι γε!
S. Καὶ σε ἐκδικήσω ἐγώ!
T. Δευρὶ, ὦ Γεώργιε.
G. Τί δαὶ δὴ; Διὰ τί [Ὅ τί G] φωνεῖς ἐμέ;
T. Ἐσθ’ ὅτί σοι ἐρῶ.
G. Εἴρηκας, εὖ οἶδ’ ἐμοί.
T. Τί δαὶ, οἴει, ἐθέλω;
G. Σοί γε δὴ συμπαίξω.
T. Ὅλης ἁμαρτάνεις ὁδοῦ.
G. Τί τοίνυν ὄν τυγχάνει;
T. Σὺ τεκμαίρου.
G. Οὐκ ἔχω τεκμαίρεσθαι.
T. Μετὰ κηδείας τινὸς ἐκπορευσόμεθα.
G. Τίς αὐτή ἔστιν;
T. Τίς ποτ’ ἂν ᾖ, οὐκ ἐπίσταμαι.
G. Πόθεν δαὶ σὺ ἔγνως;
T. Ὁ διδάσκαλος ἦ.
G. Ἐν ᾗ ἐξενεχθήσεται;
T. Τῇ, οἶμαι, ἑβδόμῃ.
G. Κἀγω μὲν ἐξελύσω.
T. Σὺ μετ’ ἐμοῦ πορεύσῃ;
G. Συνακολουθήσω ἔγωγε.
T. Οὐδὲ μάτην δέομαι τουτί.
G. Τίνος δ’ ἕνεκα δέῃ;
T. Ἵνα διδάσκῃς ἐμὲ.
G. Τί ἂν σε διδάξω;
T. Τὸν οἶνον εὐλογεῖν.
G. Λέγεις ὅν σὺ προσφέρεις;
T. Καλῶς γε λέγεις.
G. Οὑτωσί γε πῶς ἂν φαίμην.
T. Εἶπε νυνί προσέχοντί μοι. [Aliter habent ōrdinem persōnārum E et G]
G. «Οἶνος ὁδέ εὐήμερος ὑμῖν ἔστω.» «Ὠφελείτω τὸ πότημα τοδί.» «Τουτονί τὸν οἶνον ἱλαροὶ πίνετε.»
T. Τί δαὶ τῷ πτάροντι εὔχωμαι ἂν;
G. «Εὐτυχείτω σοι τούτο.» «Σῶσον ὁ Θεός σε.»
T. Τί τε καὶ τῷ ἐγχειροῦντί τινί;
G. «Σὺν ἀγαθῇ τύχῃ ἄρξαι σὺ τουδέ.» «Κάλως διαδέξαιτ’ ἂν τό σε ποιεῖν.»
T. Τί τῷ οἰχομένῳ;
G. «Εὐτυχῶν ἂν σὺ ὁδοιπορήσειας.» «Ἀγαθῇ τῇ τύχῃ ἂν οἰχήσῃ.» «Γηθῶν ἐπαναχώρει.»
T. Τί δέ σοι ταυτί εὐχομένῳ ἂν ἀποκρίνωμαι;
G. «Τοσονδὶ δὴ καὶ σοὶ εὔχομαι.»
Σεβαστὲ διδάσκαλε, δέομαί σου ἐξουσίαν τοῦ ἀπιέναι οἴκαδε [οἰκόνδε G].
Σεβαστὲ διδάσκαλε, δέομαί σου ἐξουσίαν τοῦ ἀπιέναι τοῦ ἀπιέναι ἐς ἀκρατισμὸν.
Σεβαστὲ διδάσκαλε, δέομαί σου ἐξουσίαν τοῦ ἀπιέναι τοῦ ἐξιέναι πρὸς τὸ οὐρῆσαι.
Σεβαστὲ διδάσκαλε, δέομαί σου ἐξουσίαν τοῦ ἀπιέναι τοῦ ἐξιέναι πρὸς τὸ ἀφοδεῦσαι.
Σεβαστὲ διδάσκαλε, δέομαί σου ἐξουσίαν τοῦ ἀπιέναι τοῦ ἰέναι πρὸς τὸ ἀγοράζειν ἀρτόν.
Σεβαστὲ διδάσκαλε, δέομαί σου ἐξουσίαν τοῦ ἀπιέναι τοῦ ἰέναι πρὸς τὸ ἀγοράζειν πάπυρον.
Σεβαστὲ διδάσκαλε, δέομαί σου ἐξουσίαν τοῦ ἀπιέναι τοῦ ἰέναι πρὸς τὸ ἀγοράζειν μέλαν.
Σεβαστὲ διδάσκαλε, δέομαί σου ἐξουσίαν τοῦ ἀπιέναι τοῦ ἰέναι πρὸς τὸ ἀγοράζειν καλάμους.